Letter of King Antigonos Doson to Megalokles. Large stele of veined white marble, in two joining fragments.
[ ]
Thess. (Perrhaibia) — Azoros — Sanct. of Apollo Lykeios — Mar. 222 BC — SEG 53.518 (mention) — Studi ellenistici 24 (2010) 94, III — BE (2011) 399-400 (cf.)
| 1 | βασιλεὺς Ἀντίγον[ο]ς Μεγαλοκλεῖ |
| χαίρειν· τοῦ Νικ[ά]ρχου τοῦ Ἀλκίπ- | |
| που υἱοῦ καὶ ζῶν[το]ς ἐφρόντιζον | |
| ἄξιον κρίνων αὐτο̣[ῦ] εἶναι καὶ ἧς ἐτε- | |
| 5 | τεύχει τιμῆς καὶ ἔτι μείζονος δι- |
| ὰ τὸ τὰς χρείας παρέχεσθαι ἀπρο- | |
| φασίστως ἐν παντὶ καιρῶι καὶ διὰ | |
| τὴν πρὸς ἐμὲ εὔνοιαν, καὶ τελευ- | |
| τήσαντος νομίζω προσήκειν ἐ- | |
| 10 | μαυτῶι καθ’ ἃ καὶ περὶ ἄλλου τινὸς |
| τῶν ἀναγκαίων καὶ περὶ τοῦ υἱοῦ | |
| τοῦ ἐκείνου Ἀσκληπιάδου πρόνοι- | |
| αν ποιεῖσθαι, ἥ τε οὖν ἐπιτροπὴ κατὰ | |
| τὴν διαθήκην τὴν ἀπολειφθεῖσαν | |
| 15 | ὑπ’ αὐτοῦ ἧς καὶ τὸ ἀντίγραφόν σοι |
| πέπομφα, Ἀντιπολίδι τῆι γυναικὶ ἀ- | |
| ποδοθήτω μενούσηι ἐπὶ τοῦ οἴκου | |
| καὶ τὰ λοιπὰ διοικούσηι κατὰ τὴν | |
| τοῦ τετελευτηκότος βούλησιν· | |
| 20 | ἐὰν γὰρ αἴσθωμαι ἀγνωμόνως αὐ- |
| τὴν τῆι ἐξουσίαι τῆι δεδομένηι χρω- | |
| μένην οὐκ ἐπιτρέψω ἀλ<λ>ὰ ζητήσω | |
| τῶι παιδαρίωι βοηθεῖν ὡσανεὶ αὐτὸς ἀ- | |
| πολελειμένος ἐπίτροπος τοῦ οἴκου· καὶ αἱ δω- | |
| 25 | ρεαὶ τῶι Ἀσκληπιάδει μενέτωσαν |
| ἃς πρότερον εἶχεν παρ’ ἡμῶν v ὁ v Νίκαρχος | |
| καὶ ὁ οἶκος ἀτελὴς ἔστω ἕως ἂν εἰς ἡλι- | |
| κ̣ίαν ἔλθῃ· καὶ σὺ δὲ ἐπιμέλου ὅπως | |
| ὑπὸ μηθενὸς ἀδικῶνται· vacat | |
| 30 | vacat ἔρρωσο – ἔτ(ους) – ηʹ Ξανδι(κοῦ) – θʹ· |
| γέγραφα δὲ τὴν αὐτὴν καὶ Δαμά- | |
| %⁸¹σωνι. vacat |