Two honorific decrees of Larisa for the Athenian philosopher Alexandros and three men from Kos and an honorific decree of the Molossoi for Larisean judges. Large stele of white-gray marble with upper molding, recut and broken at the bottom.
[ ]
Thess. (Pelasgiotis) — Larisa — ca. 140-130 BC — BCH 131 (2007) 421-474 — BE (2011) 357 (É. Lhôte, corr.) — SEG 58.526; 60.590 (cf.)
| I.1 | [ἀγαθᾶ τύχα· ταγευόντουν τᾶς π]ό[λ]ιο̣ς Διοτίμοι Ἑρμ̣[ι]- |
| αίοι, Ἀριστοκρ̣[ά]τ̣εος Πολυκλειτείοι, Κλεονίκοι Μεν- | |
| νειαίοι, Διονυσίοι Κρατινείοι, Εὐρυκλέα Πεισιαίοι, γυ%⁸⁰%⁸⁰- | |
| μνασιαρχέντουν μὲς μὲν τᾶς πετράδος τοῖ Ὁμολουί- | |
| 5 | οι τοῖ μειννὸς Φερεκράτεος Φριξείοι καὶ Νυσσάνδροι Ἀρισ- |
| τιουνείοι, ἀτ τᾶς μα πέμπτας τοῖ Ὁμολουίοι Τιμασιθέοι Ἀρισ- | |
| τοφυλείοι καὶ Ἀρτέα Ἀρχελαείοι, στραταγέντος τοῦν Πετθα- | |
| λοῦν Παυσανία Θρασυμειδείοι Φεραίοι v τ̣αμιεύοντος τὰν δευ- | |
| τέραν ἑξόμειννον Θρασίπποι vvvv <Θρ>ασουνείοι vacat | |
| vacat 2,3 cm | |
| II.10 | ἐπειδεὶ Ἀλέξανδρος Ἀλεξάνδρειος Ἀθαναῖος, Στρατίπποι καὶ Δ[α]μονίκο[ι] |
| Ἐπιγενείουν γυμνασιαρχέντουν καὶ ἐξαποστελλάντουν ποτ αὐ- | |
| τὸν ἐν Ἀθάνας καὶ ἀξιουσάντουν παργενέσθειν ἐν Λάσσαν | |
| ἕννεκα τοῖ σχολάξειν ἐν τοῦ γυμνασίου, ἐτ τᾶς εὑτοῦν ἀρχᾶς | |
| παργενειθὲς τάν τε ἐπιδ[α]μίαν [ἐ]ποιείσατο εὐσχείμονα | |
| 15 | καὶ φιλοσοφίας οἰκείαν, τάν τε ἐν τοῦ γυμνασίου σχολὰν με̣- |
| τὰ πάνσας εὐταξίας ἐστένειν παρεχόμενος εὑτὸν ποτ | |
| τὰν τοῦν νέουν οὐφελίαν, οὕ̣στε οὖν καὶ ὁ τοῦν <Λ>αρισαίουν δᾶ- | |
| μος φαίνειτει φιλανθρούπους μὲν ἀποδεχόμενος τὸς ἐπ’ [οὐ]- | |
| φελία τοῦν νέουν παρεπιδαμέντας, μνάμμας μα καὶ τιμ̣ᾶ[ς] | |
| 20 | καταξιούκουν τὸς τὰ κάλλιστα τοῦν ἐπιταδευμάτουν ἐξα- |
| λουκόντας, τοῦν ταγοῦν Κλεονίκοι Μεννειαίοι λέξαντος, ἔ- | |
| δοξε τοῦ δάμου τοῦ Λασ̣[σα]ίουν ἐπαινείσειν Ἀλέξανδρον Ἀλ[ε]- | |
| ξάνδρειον ἐτ τοῖς ἐν τοῦ ψαφίσματι διεσαφειμένοις καὶ <δ>ε- | |
| δόσθειν αὐτοῦ καὶ [ἐ]σγόνοις παρ τοῖ Λασσαίουν δάμοι προξενί- | |
| 25 | αν, ἰσοπολιτείαν, ἔνκτασιν, ἀσυ[λ]ίαν καὶ ἐμ πολέμου καὶ ἐν εἰρεί- |
| να καὶ τὰ ἄλλα τίμια καὶ φιλάνθρουπα ὅσσα καὶ τοῖς ἄλλοις πρ[ο]- | |
| ξένοις καὶ πολίταις ὑπάρχει· [οὕ]στε μα καὶ ὁ δᾶμος ὁ Ἀθαναί- | |
| ουν παραμαρτ<υρ>είσει τὰ δεδομένα Ἀλεξάνδρου ὑτ τοῖ δάμο[ι] | |
| τοῖ Λασσαίουν τίμια γραφείμεν περ τοῦν νέουν ὑτ τοῦν ταγο- | |
| 30 | ῦν ποτ τὸς στραταγὸς καὶ τὸν [δᾶμ]ον τὸν Ἀθαναίουν· τό μα ψά[φι]- |
| σμα τόνε κύριον ἔμμεν καπ [παν]τ̣ὸς χρόνοι καὶ τὸς ταμίας | |
| τᾶς πόλιος ἐσδόμεν αὐτὸ ἀν[γρ]ά[ψ]ειν ἐν κίονα λι[θ]ίαν καὶ στά- | |
| σειν αὐτὰν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν γενο- | |
| μέναν ὀνάλαν δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν· καὶ ὀμφερέμεν | |
| 35 | ἐν ταῖς ψάφοις· vacat |
| III.36 | ἐπειδεὶ Καλλιπίδας Καλλιπίδαιος καὶ Αἰσχύλος Ἀδοκείτοι καὶ Δ[ι]- |
| οκλέας Ξενοτίμοι Κοῦοι διετελένθι εὐνόους διακείμενοι τοῦ δάμ[ου] | |
| τοῦ Λασσαίουν τοῖς τε κατὰ κοινὸν ἐ[ξ]αποστελλομένοις ὑτ τᾶς πόλι- | |
| ος καὶ τοῖς καθ’ ἰδίαν ἐνδαμέντεσσι τοῦ<ν> παρ ἁμ%⁸⁰μέουν πολιτᾶν ἐν Κοῦ̣ | |
| 40 | ἑυτὸς ἐφαίνοντο ἐπιδίδοντ[ες πάντα τὰ] παρκαλείμενα καὶ χρείσιμα τᾶ v |
| πόλι καὶ τοῖς ἰδία παργινομένοις ποτ αὐτὸς κατὰ πάνσας σπουδᾶς καὶ [φι]- | |
| λοτιμίας φανερὰν ποέντες τὰν ἔχονθι εὔνοιαν καθοὺς ἀπεμαρτυρέθ[ει] | |
| αὐτοῖς ὑπὸ πλειόνουν τοῦν παρ ἁμμέουν πολιτᾶν, οὕστε οὖν καὶ ὁ δᾶμος ὁ Λα[σ]- | |
| σαίουν φαίνειτει φιλανθρούπους ἀποδεχόμενος τὸς γινομένος ἐν εὑτὸν ε[ὐ]- | |
| 45 | χρείστος καὶ ἀπονέμουν τὰς καταξίας χάρετας τοῖς καλοῖς καὶ ἀγαθοῖς |
| τοῦν ἀνδροῦν, τοῦν ταγοῦν Κλεονίκοι Με[ν]νειαίοι λεξάντος, ἔδοξε τοῦ δάμ- | |
| ου τοῦ Λασσαίουν ἐπαινείσειν τε Καλλιπίδαν Καλλιπίδαιον καὶ Αἰσχύλον | |
| Ἀδοκείτοι καὶ Δι%⁸⁰οκλέα Ξενοτίμοι Κούος ἐτ τᾶ εὐνοία καὶ ἄνγρεσι τᾶ ἔχον- | |
| τ̣ες διετελένθι ποτ τὰν πόλιν ἁμμέουν καὶ δεδόσθειν αὐτοῖς καὶ ἐσγό- | |
| 50 | νοις παρ τοῖ δάμοι τοῖ Λασσαίουν προξενίαν, ἰσοπολιτείαν, ἔνκτασιν, ἀσυλί- |
| [α]ν καὶ ἐν πολέμου καὶ ἐν εἰρείνα καὶ τὰ λοιπὰ τίμια καὶ φιλάνθρουπα πάντ[α] | |
| [ὅ]σσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχονθι· τό μα ψά- | |
| φισμα τόνε κύριον ἔμμεν καπ παντὸς χρόνοι· καὶ τὸς ταμίας [τ]ᾶς πόλιος | |
| ἐσδόμεν αὐτὸ ὀνγράψειν <ἐν> κίονα λιθίαν καὶ στάσειν αὐτὰν [ἐ]ν τὸ ἱερὸν τ[οῖ] | |
| 55 | Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν γενομέναν ὀνάλαν δόμεν ἀτ τᾶν κοινᾶν πο- |
| θόδουν· καὶ ὀνφερέμεν ἐν ταῖς ψάφοις· vacat | |
| vacat 14,5 cm | |
| IV.57 | τὸ κοινὸν τῶν Μολοσσῶν στεφανοῖ τὸν δᾶμον τὸν Λαρισαίων καὶ τοὺς δ[ι]- |
| καστὰς ἐν Δωδώναι· Εὐκλείου τετράδι ἐπὶ δέκα, προστάτας Μενέδαμος· | |
| [π]ροξενία δικασταῖς· διαλεγέντος Ἀνδρομάχου τοῦ Ἀντιβόλου Δωδωναίο̣[υ] | |
| 60 | π̣ερὶ προξενίας δικασταῖς τοῖς παραγενομένοις Λαρισαίοις Πύρωνι [Γλαυ]- |
| κέτα, Ἀλκίππῳ Αἰσχρίωνος, Κρατίνωι Μειδίου Λαρισαίοις καὶ ἀπολογισα[μέ]- | |
| νου τάν τε ἀναστροφὰν καὶ δικα<ιο>νομίαν ἃν ἐπεποίηντο, δι’ ἃς οἴετο δεῖν τιμοῦ- | |
| μεν αὐτούς, ἔδοξε τοῖς Μολοσσοῖς δεδόσθαι προξενίαν Πύρωνι Γ<λ>αυκέτ[α], | |
| Ἀλκίππωι Αἰσχρίωνος, Κρατίνωι Μειδία Λαρισαίοις καὶ ἐπαινέσαι αὐτοὺς ἐπ[ί] | |
| 65 | τε τῷ διεξαγ<ηγ>ήκαμεν τὰς δίκας ὀρθῶς καὶ δικαίως τῷ τε ἔθνε%⁸⁰%⁸⁰ι τῶν |
| Μολοσσῶν καὶ τῷ ἔθνει τῶν Ἀκαρνάνων, ἐπί τε τᾶι ἀναστροφᾶι τᾶς ἐνδαμί- | |
| ας ἃν πεπόηνται ἀξίως μὲν αὑτοσαύτων, ἀξίως δὲ τοῦ ἐξαποστείλαντ̣[ος] | |
| δάμου καὶ τοῦ ἔθνεος τῶν Μολοσσῶν καὶ εἶμεν αὐτοὺς καὶ ἐγγόνους προ[ξέ]- | |
| νους καὶ εὐεργέτας τῶν Μολοσσῶν εἰς τὸν ἅπαντα χρόνον· ὑπάρχειν [δὲ αὐ]- | |
| 70 | τοῖς ἐν Μολοτῷ καὶ γᾶς καὶ οἰκίας ἔνκτασιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν κ[αὶ αὐ]- |
| τοῖς καὶ χρήμασιν καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν καὶ πολέμου καὶ εἰρ[άνᾳ] | |
| τὰ ἀπὸ Μολοσσῶν καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ λοιπὰ φιλάνθ̣[ρωπα καὶ] | |
| τίμια πάντα καθὼς καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται[ς τῶν Μολοσ]- | |
| σῶν· ἐπαινέσαι δὲ καὶ τὰν πόλιν τὰν Λαρισαίων ἐπὶ τῶι ἐξα[ποστειλή]- | |
| 75 | καμεν ἄνδρας καλοὺς κἀγαθοὺς καὶ ἀξίους τᾶς αὑτῶν πατρίδο̣[ς καὶ στε]- |
| φανῶσαι τὸν δᾶμον τὸν Λαρισαίων χρυσέῳ στεφάνωι καὶ τῶν δ[ικαστῶν] | |
| ἕκαστον στεφάνωι χρυσέωι· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ τὰν κοινὰ[ν ἑστίαν]· | |
| δόμεν δὲ αὐτοῖς καὶ ξένια τὰ μέγιστα ἐκ τῶν νόμων· ἐπιμελ̣[ε]- | |
| τάσθω Μενέδαμος ὁ προστάτας ὅπως ἀναγραφῇ ἁ προξενία κ[αὶ τὰ] | |
| 80 | [φιλ]άνθρωπα ἐν Δωδώνᾳ ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Νάου καὶ τᾶς Δίονας [ἐν τῷ ἐπι]- |
| [φανεσ]τάτῳ τόπῳ, ἐν δὲ Λαρίσᾳ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος τοῦ Κε[ρδοίου] | |
| [— — —]Ν․ΤΑΣ τοὺς καταξίως ἀναστροφέντας ΕΝ[— — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |