Diagramma of King Philip V. Stele of white marble, broken at the top and bottom.
[ ]
Lokris, E. — Kynos (Palaiokastra) — Pyrgos — 219-197 BC — M. Hatzopoulos, L’organisation de l’armée macédonienne (2001) 153, 1 II — SEG 51.640bis
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| [ἔνοχοι ἔσονται, ὧι ἂν ὁ βασιλεὺς] αὐτ̣[ῶν καταγνῶι. ὅ τι] | |
| [δ’ ἂμ μὴ ποιήσωσιν οἱ οἰκονόμοι] τ̣ῶν γεγραμμέ̣[νων ἐν] | |
| [τούτωι τῶι διαγρά]μματι, γραφέτω τῶι βασιλ̣[εῖ παραχρῆ]- | |
| [μα ὁ] φ̣ρ̣ούραρχος ὁ τεταγμένος, ἐν ὧι ἂν τόπω̣[ι ἦι τὸ ὀλι]- | |
| 5 | ω̣ρ̣ούμενον, ὅπως ὁ βασιλεὺς διαγνῶι περὶ τοῦ [ὀλιω]- |
| ρήσαντος, τίν<ος> ἄξιός ἐστιν ἐπιτιμήσεως. ἐὰ[ν δὲ] | |
| μὴ ἐπιστείλῃ, ἀλλὰ πρότερον ὁ βασιλεὺς παρ’ ἑτέ̣- | |
| ρου πύθηται, πραχθήσεται ζημίαν δραχμὰς ἑξα̣- | |
| κισχιλίας. τὸ δὲ διάγραμμα τοῦτο ἕ<κ>αστος τῶ̣- | |
| 10 | ν̣ οἰκονόμων ἀναγράψας εἰστήλην στησάτω |
| ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ φρουρίου κα[ὶ] | |
| α̣ὐτός, ὅταν ἢ μετάγηται ἐφ’ ἕτερον τόπον ἢ ἀφι- | |
| ῆται ἀπὸ τῆς χρείας, παραδιδότω τῶι ἐπικα- | |
| θισταμένωι <μ>ετὰ τῶν λοιπῶν τῶν ἐκ τῆς οἰκο̣- | |
| 15 | νομίας κατὰ τὸ διάγραμμα τοῦτο. |
| vacat |