Funerary epigram for Theopistos, son of Teles. Slab of white marble, broken at the top and on the lower left.
[ ]
Lokris, E. — Halai (Theologos) — Malesina — 1st c. AD — IG IX,1 256 — BCH 26 (1902) 331, 36 — W. Peek, GVI I (1955) 1298
See also:
| {²rosa}² {²rosa}² | |
| κωφῆς ἐκ πέτρης λόγον ἔμπνουν δέξαι, ὁδῖτα, | |
| βαιὸν ἐπιστήσας ἴχνος ὁδοιπορίης. | |
| ἐνθάδ’ ἐγὼ κεῖμαι Τ<ε>λέους υἱὸς Θεόπειστος | |
| εἰκοσιεπτὰ ἐτῶν εἰς Ἀΐδην καταβάς, | |
| 5 | πᾶσιν ἀνέγκλητος γεγονώς· ἔθανον δὲ πρὸ ὥρας |
| οὐχὶ πονηρὸς ἐών, ἀ<⁶¹κ>⁶¹ρισίᾳ δὲ Τύχης. | |
| ‘δύστηνος’, φ[ή]σ̣ε̣ι τις· ἐγὼ δ’ ὑποβὰς τόδ’ ἂν εἶπον· | |
| ‘οὐ πάντως, τάχ’ ἴσως δ’ εὐτυχίας μετέχων, | |
| εἰ γὰρ τῇ μακρᾷ ζωῇ λῦπαι παρέπονται, | |
| 10 | καὶ δεῖ ὅμως ταύτας ἐκτελέσαντα θανεῖν, |
| [κ]ε[ῖ]νος ἂν αὐδαίμων εἴη μᾶλλον παρὰ πάντας | |
| [ὁ] σ̣τ̣υγεροῦ γήρως οὐκ ἐσιδὼν βίοτον.’ | |
| vacat |