[ ]
Att. — stoich. 45 — 398/7 — IG II² 1392 Add. (pt. 2.2 p. 799)
1 | θεο[ί]. |
τάδε οἱ [τα]μίαι τῶν ἱερῶν χρημάτων τῆς Ἀ[θηνάας καὶ τῶν ἄ]- | |
λλων θεῶ[ν] οἱ ἐπὶ Εὐθυκλέος ἄρχοντος vacat | |
Ἐπιχάρης [Ε]ὐωνυμεύς ∶⋮∶, Πρωτοκλέης Ἰ[καριεύς, Κηφισοφῶν] | |
5 | Παιανιεύς, [Χ]αρίας Πήληξ, Δημοκλῆς [Κεφαλῆθεν, Διογείτων] |
Ἀχαρνεύς, Δ[ι]ομήδης Φλυεύς ⋮⋮⋮, Ἀρισ[τοκλῆς Ἁμαξαντειεύς], | |
Φιλοκράτη[ς Ἀφι]δναῖος ⋮⋮⋮, Ἀ[νθε]μ[ίων Ἀναφλύστιος vacat], | |
οἷς Μνησίερ[γος Ἀ]θ[μ]ονεὺ[ς ἐγραμμάτευε, παρέδοσαν ταμί]- | |
αις τοῖς ἐπὶ [Σονιάδο ἄρχοντος ․․․8․․․․άτωι Εὐωνυμεῖ], | |
10 | Χαρίαι Ἀραφ[ηνίωι, Δι․․․․․․15․․․․․․․ιεῖ, Εὐβίωι Αἰθα]- |
λίδηι, Εὐάθλ[ωι ἐκ Κεραμέων], | |
11a | vacat 0.027 |
12 | ξένωι Ἀναφλ[υστίωι, οἷς Μόρυχος Βουτάδης ἐγραμμάτευε], |
παραδεξάμ[ενοι παρὰ τῶν προτέρων ταμιῶν τῶν ἐπὶ Ἀριστ]- | |
οκράτος ἄρ[χοντος Σωκράτος Λαμπτρέως καὶ συναρχόντω]- | |
15 | ν, οἷς Χαιρ[ίων Ἐλευσίνιος ἐγραμμάτευε, ἐκ το͂ Ὀπισθοδόμο]· |
κανο͂ν ὑπόξ[υλον, ἵνα τὰ ἐλεφάντινα ζώιδια, σταθμὸν τούτ]- | |
ο ∶ΧΧΗΗΗΗ𐅃[𐅂· θυμιατήριον ἀργυρο͂ν ὑπόξυλον, σταθμὸν τού]- | |
το ∶ΧΗΗΗ𐅄𐅃[— οἰνοχόαι ἀργυραῖ —, σταθμὸν τούτων ∶ΧΗΗΗΗ𐅃]· | |
οἰνοχόη ἀ[ργυρᾶ, σταθμὸν ταύτης ∶𐅅Η𐅄𐅂𐅂· κανο͂ν χρυσο͂ν ὑπό]- | |
20 | χαλκον, ἵν[α ὁ Ἀπόλλων, σταθμὸν τούτο ∶ΧΧΧ𐅅𐅄ΔΔΔΔ𐅃𐅂· κανο͂ν χ]- |
ρυσο͂ν ὑπ[όχαλκον, ἵνα ὁ Ζεύς, σταθμὸν τούτο ∶ΧΧΧ𐅅Η𐅄ΔΔΔΔ]· | |
θυμιατή[ριον χρυσο͂ν ὑπόχαλκον, ἵνα τὰ καμπύλα πέταλα, σ]- | |
[ταθμ]όν — — — — — — — — — — — — — — — — — |