Dedication of a statue for Aion. Statue base of Pentelic marble, broken at the upper right corner.
[ ]
Attica — Eleusis — late 1st c. BC — IG II² 4705 — I.Eleusis 287
See also:
| 1 | Κόϊντος Πομπήιος Αὔλου υἱ̣[ὸς] |
| ἐποίει καὶ ἀνέθηκε | |
| σὺν ἀδελφοῖς Αὔλωι καὶ Σέξτωι | |
| Αἰῶνα | |
| 5 | εἰς κράτος Ῥώμης καὶ διαμονὴν |
| μυστηρίων· | |
| Αἰὼν ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς αἰεὶ | |
| φύσει θείαι μένων κόσμος τε εἷς | |
| κατὰ τὰ αὐτά, ὁποῖος ἔστι καὶ ἦν | |
| 10 | καὶ ἔσται, ἀρχὴν μεσότητα τέλος |
| οὐκ ἔχων, μεταβολῆς ἀμέτοχος, | |
| θείας φύσεως ἐργάτης αἰωνίου πάντα. |