Choregic dedicatory epigram.  Small triangular tripod base of Pentelic marble, broken at the bottom.
[ ] Attica — Athens — Theater of Dionysos — aft. 121/2 AD — IG II² 3118 — The Greek East (2001) 110, 11 — SEG 51.210
See also:
               vacat 0,10
νίκαν μὲν Πτολεμαίου ἐπώνυμοι Ἀτταλίδας τε
  λαὸς ἕλεν, φυλᾶς τ’ ἔκγονοι Ἁδριανοῦ,
Αἰγείδας τε φερεστέφανος Πανδειονίδαι τε
  αἷμά τ’ Ἐρεχθειδᾶν, κοῦροι ἐγερσιβόαι.
5 ῥυθμοῖσιν δ’ ἕσποντο πολυπτύκτοις Ἀγαθοκλε<ῦ>ς
   [τα]ρ̣σοῖς, αὐλοβόαν Ζώσιμον ὀσσόμενοι.
[ – ⏑ ⏑ – δ’] ἆρχεν Ἀθανάοις, ἔντυνε δὲ μολπὰν
[ – ⏑ ⏑ ]Ο̣νος ψαλμοῖς ἀμφικρότοισι Τρύφων.
[ – ⏑ ⏑ δ’ ἀμφ]ὶ ἄνασσα Χοραγία, ἀμφὶ δὲ Νίκα
10 [ἀμφὶ δὲ κυδαλί]μα τ’ Ἀγλαΐα τρίποδος.
                       vacat 0,07
Search Help
Contact Us