[ ] Att. — stoich. 29 — c. 448 a.
1 in lapide superiore: [Λεοντὶς ἐπρυτάνευε]
[ἔδοχσεν τε͂ι βολε͂ι καὶ το͂]ι̣ [δέ]μ̣ο̣[ι· ․․․]
[․․․7․․․ ἐπεστάτε, Γλ]α̣ῦ̣κος εἶπε· [τε͂ι]
[Ἀθεναίαι τε͂ι Νί]κ̣ει ℎιέρεαν ℎὲ ἂγ̣ [κλ]-
5 [ερομένε λάχε]ι ἐχς Ἀθεναίον ℎαπα[σο͂]-
[ν καθίστα]σθαι καὶ τὸ ℎιερὸν θυρο͂σα-
ι καθ’ ὅ τι ἂν Καλλικράτες χσυγγράφσ-
ει· ἀπομισθο͂σαι δὲ τὸς πολετὰς ἐπὶ τ-
ε͂ς Λεοντίδος πρυτανείας. φέρεν δὲ τ-
10 ὲν ℎιέρεαν πεντέκοντα δραχμὰς καὶ
τὰ σκέλε καὶ τὰ δέρματα φέρεν το͂ν δε-
μοσίον· νεὸν δὲ οἰκοδομε͂σαι καθ’ ὅ τι
ἂν Καλλικράτες χσυγγράφσει καὶ βο-
μὸν λίθινον    vacat
15 ℎεστιαῖος εἶπε· τρε͂ς ἄνδρας ℎελέσθ-
αι ἐγ βολε͂ς· τούτος δὲ μετ[ὰ] Καλλικρά-
[το]ς χσυγγράφσαντας ἐπ[ιδεῖχσαι τε͂]-
[ι βολ]ε͂ι καθ’ ὅ τι ἀπομ[ισθοθέσεται ․․]
[․․6․․․]ει τὸ σ — — — — — — — — — — —
20 — — — — — — — — — — — — — — — — — —
Search Help