Exedra donated by Diotimos. Eight architectural blocks belonging to a curved limestone exedra; five blocks inscribed (A-E): block A (no. 4099), block B (no. 4091,I), block C (nos. 4091,II, 4100), block D (nos. 4101, 4091,III, 4109), block E (no. 4102).
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — ca. 260 BC — Memorie F.E.R.T. III (1938) 45-46 — M. Segre, Tit. Cal. (1952) 130 — G.N. Koukoules, Hē Kalymna (1980) 308, 147
I (block B).1 | τάνδε θεοῖς Διότιμος Ἀρίστου εἰκόνα μορφᾶς |
στᾶσεν Ἀπόλλωνος Δαλίου ἐν τεμένει· | |
πατρὶ δὲ πρᾶτος ἑῶι θρεπτήρια καὶ χάριν ἥβας | |
ὤπασε, ἀφ’ οὗ πατέρ%⁸¹ων ναίομεν ἄστυ τόδε· | |
5 | οὐδεὶς γάρ πω τῶν πρίν, ὅσοι ναίουσι Κάλυμναν, |
τῆσδε ἔτυχεν τιμῆς παιδὸς ὑπὸ σφετέρου. | |
II (block C).1 | ἀνδρὸς ἀεὶ τὰ πρῶτα κατὰ πτόλιν εἰκόνα λεῦσσε |
κ̣ἀιδ̣ῶι κ̣αὶ βουλᾶι καὶ μεγαλανορίαι· | |
παῖς δὲ πατρ̣ὸς Διότιμος Ἀρίστο[υ] εὔχεται εἶναι, | |
οὗ τὰ καλὰ χρυσέας ἔργα δικ̣[αι]οσύ̣ν̣α̣ς̣· | |
5 | πάντα δέ οἱ τετέλεσται ἀνὰ π̣τόλιν̣, ὅσα [π]ερ ἐ[σθ]λῶι |
φωτὶ καὶ ἀφνηῶι κῦδος ἔχει βιότωι. | |
III (block D).1 | Βίτιόν εἰμι, ἄλοχος Διοτίμου, παῖς Στρατονίκου, |
ἇς τάδε τιμάεντα ἀγλαὰ τέκνα πέλει, | |
τρεῖς μὲν παρθενικαί, τρεῖς δὲ υἱεῖς· ὧν δὲ ἐπόνησα | |
οἶκον ἀεξήσασα, οὐκ ἔλαθον χάριτας· | |
5 | ἀλλά με δῶρα θεοῖς στᾶσεν πόσις· ἦν δὲ γυναιξὶ |
ταῖς ἀγαθαῖς ἀρετᾶς καὶ μετέπειτα γέρας. |