Honorific decree for Platon of Myndos.  Middle part of a stele of white marble, intact at the sides.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo, area of — late 3rd c. BC — Chiron 48 (2018) 179, 7
[— — — — — — — —]
[— —] εὔν[ο]υ[ν ἦμεν]
τῶι δάμωι τῶι Καλ]-
μνίων χρείας παρεχό-
μενον ἐμ παντὶ καιρῶι
5 καὶ ἰδίαι καὶ κοινᾶι τοῖς
ἐντυγχάνουσιν αὐτῶι
τῶν πολιτᾶν· ὅπως
οὖν καὶ ὁ δᾶμος φαίνηται
τοῖς εἰς αὑτὸν προθυμίας
10 μηθὲν ἐνλείπουσι καταξίας
χάριτας ἀποδιδοὺς τῶν εὐ-
εργετημάτων, δεδόχθαι
τᾶι βουλᾶι καὶ τῶι δάμωι·
πολίταν ἦμεν Καλυμνίων
15 Πλάτωνα Ἀντιπάτρου Μύν̣-
διον καὶ αὐτὸν καὶ ἐγγόνους,
<⁶¹μετέχοντα πάντων ὧν καὶ τοὶ ἄλλοι>⁶¹
<⁶¹Καλύμνιοι μετέ>⁶¹χοντι· ἐπικλαρῶ-
σαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν καὶ
20 δᾶμον τοὺς προστάτας·
ἔλαχε φυλᾶς Κυδρηλείων,
δάμου Ἀμ̣[φιπε]τρᾶν.
Search Help
Contact Us