Honorific decree for Ariston of Amathous. Intact stele of white limestone with upper molding.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 234 — M. Segre, Tit. Cal. (1952) 30 — G.N. Koukoules, Hē Kalymna (1980) 58, 32
See also:
1 | Ἀπολλωνίδας Σύρνω- |
νος εἶπεν· ἐπειδὴ Ἀρίστων | |
Ἀρισταγόρα Ἀμαθούσι- | |
ος χρείας παρέχεται Κα- | |
5 | λυμνίων τοῖς ἐντυγχά- |
νουσιν ἀπροφασίστως με- | |
τὰ πάσας εὐνοίας, ἔδοξε | |
τῶι δάμωι τῶι Καλυμνίων· | |
δεδόσθαι Ἀρίστωνι ἐν | |
10 | Καλύμναι πολιτείαν καὶ |
αὐτῶι καὶ ἐγγόνοις, με- | |
τέχουσι πάντων ὧμπερ | |
καὶ τοὶ ἄλλοι Καλύμνιοι με- | |
τέχοντι· ἐπικλαρῶσαι δὲ αὐ- | |
15 | τὸν καὶ ἐπὶ φυλὰν ἤδη καὶ δᾶ- |
μον· ἔλαχε φυλᾶς Κυδρηλεί- | |
ων, δάμου Περαιώτα. ὅπως εἰς | |
πάντα τὸν χρόνον φανερὸν ὑ- | |
πόμναμα τᾶς δόσιος ὑπάρχηι, ἀ- | |
20 | ναγράψαι δὲ τόδε τὸ ψάφισμα εἰς |
στάλαν καὶ θέμεν εἰς τὸ ἱερὸν | |
τοῦ Ἀπόλλωνος· τᾶς δὲ ἐπι- | |
γραφᾶς ἐπιμεληθῆμεν Ἀπολ- | |
λωνίδαν Σύρνωνος. |