Honorific decree for Theognetos of Lampsakos. Intact pedimental stele of white marble with lower molding.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 233 — M. Segre, Tit. Cal. (1952) 28 — G.N. Koukoules, Hē Kalymna (1980) 53, 30
See also:
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά- |
μωι, γνώμα προστατᾶν· ἐπειδὴ | |
Πραξιφάνης Κρατίδα ἐπελθὼν | |
ἐπί τε τὰν βουλὰν καὶ τὸν δᾶ- | |
5 | μον ἐμφανίζει Θεόγνητον Ἀν- |
τιβίου Λαμψακηνὸν εὔνουν ἦ- | |
μεν τῶι δάμωι τῶι Καλυμνίων | |
καὶ τοῖς ἐντυνχάνουσι τῶν | |
πολιτᾶν χρείας παρεχόμενο<ν> | |
10 | πᾶσιν ἀπροφασίστως κατὰ δύ- |
ναμιν τὰν αὐτοῦ οὐθὲν ἐν- | |
λείποντα προθυμίας· ὅπως οὖν | |
φαίνηται ὁ δᾶμος τιμῶν τοὺς | |
εὐεργετεῖν προαιρουμένους | |
15 | αὑτὸν καὶ τοὶ αἱρούμενοι τὰς |
χρείας παρέχεσθαι τῶι δάμωι | |
τῶι Καλυμνίων εἰδῶντι, ὅτι ὑπαρ- | |
ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ | |
τοῦ πλήθους τοῦ Καλυμνίων κα- | |
20 | τὰ δύναμιν τὰν αὐτῶν, ἀγαθᾶι |
τύχαι, δεδόχθαι τῶι δάμωι· πολί- | |
ταν ἦμεν Καλυμνίων Θεόγνη- | |
τον Ἀντιβίου Λαμψακηνὸν καὶ | |
αὐτὸν καὶ ἐγγόνους, μετέχον- | |
25 | τας πάντων ὧνπερ καὶ τοὶ ἄλλοι̣ |
Καλύμνιοι· ἐπικλαρῶσαι δὲ αὐ- | |
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον· | |
τοὺς δὲ προστάτας ἀναγράψαι | |
τόδε τὸ ψάφισμα εἰς στάλαν λι- | |
30 | θίναν καὶ θέμεν εἰς τὸ ἱερὸν τοῦ |
Ἀπόλλωνος· τᾶς δὲ ἀναθέσεως | |
καὶ τᾶς ἀναγραφᾶς ἐπιμεληθῆ- | |
μεν Πραξιφάνη Κρατίδα· ἐπε- | |
κλαρώθη ἐπὶ φυλὰν καὶ δᾶμον· | |
35 | ἔλαχε φυλᾶς Κυδρηλείων, |
δάμου <⁶¹Ἀμφιπ>⁶¹ετρᾶν. | |
vacat 0,105 |