Honorific decree for Lysippos of Achaia. Two nearly joining fragments of a stele of white limestone (ab).
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo (a), Ag. Sofia (b) — mid-3rd c. BC — GIBM II (1883) 235 (a) — M. Segre, Tit. Cal. (1952) 32 (a) — Chiron 48 (2028) 174, 2 (ab)
See also:
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τ[ῶι] δάμω[ι], |
γνώμα προστατᾶν· ἐπειδὴ Δί- | |
καιος Ἁγησάνδρου ἐπελθὼν ἐ- | |
πί τε τὰν βουλὰν καὶ τὸν δᾶ- | |
5 | μον ἐμφανίζει̣ Λ̣ύσιππον Ἀγία |
Ἀχαιὸν εὔνουν ἦμεν τῶι δά- | |
μωι τῶι Καλυμνίων χρείας πα- | |
ρεχόμενον ἐν παντὶ καιρῶι | |
καὶ κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς | |
10 | ἐντυνχάνουσι τῶν πολιτᾶν· |
ὅπως οὖν καὶ ὁ δᾶμος φαίνητα[ι] | |
τοῖς εἰς αὑτὸν προθυμίας μη- | |
θὲν ἐνλείπουσι καταξίας χάρι- | |
τας ἀποδιδοὺς τῶν εὐεργετη- | |
15 | μάτων, δεδόχθαι τᾶι βουλᾶι |
καὶ τῶι δάμωι· πολίτα̣ν ἦμεν Λύ- | |
σιππον Ἀγία Ἀχ̣α̣ι̣ὸ[ν κα]ὶ αὐτὸν | |
καὶ ἐγγόν[ους, μετέχον]τας πάν̣- | |
τω̣[ν] ὧνπε[ρ καὶ τοὶ ἄλλοι Καλύμνι]- | |
20 | [οι] μετέχον[τι· ἐπικλαρῶσαι δὲ αὐ]- |
τὸν καὶ ἐπὶ φυ[λὰν καὶ δᾶμον· ἔλα]- | |
χε φυλᾶς Πε[ριφιδᾶν, δάμου Νεο]- | |
πολιτᾶν· ἀναγ[ράψαι δὲ τόδε τὸ] | |
[ψ]άφισμα εἰς στάλα[ν λιθίναν καὶ θέ]- | |
25 | [μ]εν εἰς τὸ ἱερὸν τοῦ [Ἀπόλλωνος]· |
[τ]ᾶς δὲ ἀναγραφᾶς ἐ[πιμεληθή]- | |
τω Δίκαιος Ἁγησάνδρο[υ]. | |
vacat 0,07 |