Honorific decree for Hermippos and Kleandros of Bargylia. Two joining fragments of a stele of white limestone (ab).
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — mid-3rd c. BC — GIBM II (1883) 253 (b) — M. Segre, Tit. Cal. (1952) 41 (b) — Chiron 48 (2028) 180, 8 (ab)
See also:
1 | ἔδοξε τᾶ[ι βουλᾶι καὶ τῶι δά]- |
μωι, γνώμα [προστατᾶν· ἐπειδὴ] | |
Λυσικράτης Ἀ[ριδείκευς ἐπελθὼν] | |
ἐπί τε τὰν βουλὰ[ν καὶ τὸν δᾶ]- | |
5 | μον ἐμφανίζει Ἕρμι[ππον καὶ Κλέ]- |
ανδρον Δημέου Βαργ[υλιήτας] | |
εὔνους ἦμεν τῶι δάμωι [τῶι] | |
Καλυμνίων, χρείας παρεχομ[ένους] | |
ἐμ παντὶ καιρῶι καὶ κοινᾶι τῶι δά[μωι] | |
10 | καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶ[ν] |
πολιτᾶν· ὅπως οὖν καὶ ὁ δᾶμος φαί- | |
νηται τοῖς εἰς αὑτὸν προθυμίας | |
μηθὲν ἐνλείπου̣σ̣ι καταξίας χά- | |
ριτας ἀποδιδοὺς τῶν εὐεργετη- | |
15 | μάτων, δεδόχθαι τῶι δάμωι· πολί- |
[τας ἦμεν Ἕρμιπ]πον καὶ Κλέανδρον | |
Δημέου Β̣αρ̣γυ̣λιή[τας καὶ αὐτοὺς καὶ] | |
ἐγγόνους, μετέχοντ[α]ς πά[ντ]ων [ὧν] | |
[κ]αὶ το[ὶ] ἄλλοι Καλύμνιοι μετέχοντ[ι]· | |
20 | [ἐπικ]λα[ρῶσ]αι δὲ [α]ὐτοὺς ἐπ̣ί̣ τε φυλ[ὰν] |
κ̣αὶ δᾶμο̣[ν] τοὺς [π]ροστάτας· φ[υ]λᾶ[ς] ἔ- | |
[λ]αχο[ν — —]ιδ̣[ᾶν, δά]μ̣[ου] ΑΝΛΥ[․]Ν̣ΑΝ· | |
[ἀ]ναγρά[ψ]αι δὲ τ[ό]δε τὸ ψ̣ά̣φ̣ισμα εἰς | |
[στ]άλαν καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν | |
25 | τοῦ Ἀπόλλ̣ωνο̣ς̣· τᾶς δὲ ἀναγρα- |
[φᾶς ἐπ]ι̣μ̣[ε]ληθῆμεν Λυσικράτη | |
Ἀριδ̣είκευ̣ς. vacat |