Honorific decrees for Aristogenes of Alexandria (I) and Philistidas of Athens (II). Intact stele of white marble, in four joining fragments.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — ca. 300-250 BC — Chiron 48 (2018) 175, 4
| I.1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
| Ἀγαθοκλῆς Θεαρήτου εἶπε· ἐπειδὴ | |
| Ἀριστογένης Ἀριστίωνος Ἀλε- | |
| ξανδρεὺς ἀνὴρ καλὸς κἀγαθὸς | |
| 5 | καὶ εὔνους ὢν διατελεῖ εἰς τὸν δᾶ- |
| μον τὸν Καλυμνίων χρείας παρε- | |
| χόμενος ἐμ παντὶ καιρῶι· εἶμεν | |
| αὐτῶι ἐν Καλύμναι πολιτείαν, | |
| ἔνκτησιν, ἰσοτέλειαν, προεδρί- | |
| 10 | αν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐν πο- |
| λέμωι καὶ ἐν ε[ἰ]ράναι καὶ αὐτῶι καὶ | |
| ἐγγόνοις· ταῦτα δὲ ἀναγράψαι εἰς | |
| στάλαν λιθίναν καὶ [θ]έ̣μ̣ε̣ν εἰς | |
| τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἐπι[κ]λ[α]- | |
| 15 | ρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν ἤδ[η]· |
| ἐν ἇι δέ κα λάχηι φυλᾶι, ἐνταῦτα | |
| φυλετευέσθω· ἔλαχε φυλᾶ<ς> Βουφαγιδ̣[ᾶν]. | |
| vacat 0,017 | |
| II.18 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, Φί[λη]- |
| τος εἶπε· ἐπειδὴ Φιλιστίδας Πυθ[ο]- | |
| 20 | κλεῦς Ἀθηναῖος ἀνὴρ καλὸς κἀγ[α]- |
| θὸς γεγένηται περὶ τὸν δᾶμον | |
| τὸν Καλυμνίων χρείας παρε- | |
| χόμενος ἐμ παντὶ καιρῶι τῶν π[ο]- | |
| λιτᾶν τοῖς ἐντυγχάνουσιν αὐ- | |
| 25 | τῶι, δεδόχθαι τῶι δάμωι· πολίταν ἦ̣- |
| μεν Φιλιστίδαν Πυθοκλεῦς Ἀθην̣[αῖ]- | |
| ον αὐτὸν καὶ ἐγγόνους, μετέχοντ[α] | |
| πάντων ὧν καὶ Καλύμνιοι μετέχο[ν]- | |
| τι ἐπὶ ἰσοτελείαι· ἐπικλαρῶσαι δ̣[ὲ] | |
| 30 | αὐτὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυλ[ᾶς] |
| Κ̣υδρηλείων. ταῦτα δὲ ἀναγράψα[ι] | |
| εἰς στάλαν καὶ θέμεν εἰς τὸ ἱερὸν | |
| τοῦ Ἀπόλλωνος. | |
| vacat 0,085 |