Epigram honoring Vera, a hydrophoros of Artemis Patmia.  Slab of white marble with raised border.
[ ] Milesian Isl. — Patmos Isl. — Mon. of Ag. Ioannis Theologos — 3rd c. AD — L. Ross, Inscr. Graecae II (1842) 72, 190 — ASAA 41-42 (1963-64) 338, 34 — SGO 1 (1998) 01/21/01
See also:
1            ἀγαθῆι  τύχηι·
αὐτὴ παρθενικὴ Ἐλαφηβόλος ἀρήτειραν
 θήκατο κυδαλίμην Γλαυκίεω θύγατρα
ὑδροφόρον Βῆραν Πατνίῃ παραβώμια ῥέξαι
5  σπαιρόντ<ω>ν αἰγῶν ἔμβρυα καλλιθύτων·
ε̣ἰ̣ν Ἄργει δ’ ἐτράφη νεαρὴ παῖς, ἡ δὲ τιθήνη
 ἐκ γενετῆς Βήρας κ(αὶ) τροφός ἐστι Πάτνος,
            vacat 0,03
8 νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε
 β̣ένθεσιν Αἰγαίοις ἕδρανα ῥυομένηι,
10 ἐ̣ξότε μιν Σκυθίηθεν ἀρήϊος εἷσεν Ὀρέστης
 π̣αυσάμενος στυγερῆς μητροφόνου μανίης·
νῦν δ’ ἐρατὴ Βῆρ̣α̣, θυγάτηρ σοφοῦ ἰητῆρος
Γλαυκ<ί>ε<ω>, βο̣υλαῖς Ἀρτέμιδος Σκυθίης
Αἰγαίου πλοόσασα ῥό̣ου δυσχείμερον οἶδμα
15  ὄργια κ(αὶ) θαλίην, <ὡ>ς θέμις, ἠγλάϊσεν.
                εὐτυχῶς.
Search Help
Contact Us