Proxeny decree for Theokles of Arados. Two blocks of a pillar of gray marble (I-II); inscriptions on the front and left faces (nos. 3857-3858).
[ ]
Caria — Iasos [fnd at Kos (I) and Chios (II)] — mid-3rd c. BC — IK Iasos I 58 (I) + 44 (II) — PdP 62 (2007) 380, 4 (I-II) — SEG 57.1084
| left face B.blk I.1 | [ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετ’ Εὐθαλλίωνα], |
| [μηνὸς Ἀφροδισιῶνος ἕκτηι ἱστ]αμέν̣[ου, ἔδοξεν τῆ]ι̣ | |
| [βουλῆι καὶ τῶι δήμωι, Εὐκρ]άτης Μένω[νος ἐπεσ]τάτει, | |
| [Ἀριστέας Ἱερονίκου ἐγρ]αμμάτευε[ν, πρυτάν]ε̣ων γνώμη· | |
| 5 | [— — — — — — ἐπειδὴ] Θεοκλῆς Ἀ̣[— — —]ίμου Ἀράδιος |
| [ἀνὴρ καλὸς καὶ ἀγαθός ἐ]στιν περὶ [τὴν πόλι]ν τὴν Ἰασέων | |
| [καὶ ἰδίαι — — — καὶ κοι]ν̣ῆι περὶ π[άντας τ]οὺς πολίτας, | |
| [ἐπηινῆσθαι αὐτὸν ἀρετ]ῆς ἕνεκ̣[εν καὶ εὐνο]ίας ἧς ἔχει | |
| [περὶ τὴν πόλιν, εἶναι αὐτὸ]ν πρόξ̣[ενον καὶ ε]ὐεργέτην τοῦ | |
| 10 | [δήμου τοῦ Ἰασέων, δεδόσθαι δὲ] α[ὐτῶι καὶ πολι]τείαν μετέχοντι |
| [πάντων ὧν καὶ οἱ ἄλλοι Ἰασεῖς μετέχουσι· εἶ]ναι δὲ αὐτῶι καὶ | |
| [προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσι καὶ ἀτέλειαν ὧ]ν ἡ πόλις κυρία | |
| [ἐστίν, καὶ εἶναι αὐτῶι καὶ ἔσπλουν καὶ ἔκπλουν] ἐ̣ν πολέμωι vac.? | |
| [καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον πρὸς] | |
| blk II.15 | [βου]λὴν καὶ δῆμ̣[ον πρώτωι μετ]ὰ τὰ [ἱ]ε̣ρά· ὑπάρχειν δὲ ταῦτα καὶ τοῖς [ἐκ]- |
| γόνοις αὐτοῦ· ἐπιμελεῖσθαι δὲ αὐτοῦ τοὺς ἄρχοντας ἀεὶ τοὺς [ἐνεσ]- | |
| τῶτας· τὸ δὲ ψήφισμα τόδε ἀναγραφῆναι εἰς παραστάδα, ἐπ[ι]- | |
| μεληθῆναι δὲ τῆς ἀναγραφῆς τὸν νεωποίην. | |
| {²sequitur decretum in honorem Hestiaei Caunii}² |