IG II² 1366
[ ] Att. — s. I p.
See also:
1 Ξάνθος Λύκιος Γαΐου Ὀ̣ρβίου καθειδρύσατο ἱερ[ὸν τοῦ Μηνὸς]
Τυράννου, αἱρετίσαντος τ̣ο̣ῦ θεοῦ, ἐπ’ ἀγαθῇ τύχῃ· καὶ [μηθένα]
ἀκάθαρτον προσάγειν· καθαριζέστω δὲ ἀπὸ σκ̣όρδων κα[ὶ χοιρέων]
κα[ὶ γ]υναικός· λουσαμένους δὲ κατακέφαλα αὐθημερὸν εἰσ[πορεύ]-
5 εσθα<ι>· καὶ ἐκ τῶν γυναικέων διὰ ἑπτὰ ἡμερῶν λουσαμένην κ[ατα]-
κέφαλα εἰσπορεύεσθαι αὐθημερόν· καὶ ἀπὸ νεκροῦ διὰ ἡμερῶν δ[έκα]
καὶ ἀπὸ φθορᾶς ἡμερῶν τετταράκοντα, καὶ μηθένα θυσιάζειν ἄνε[υ]
τοῦ καθειδρυσαμένου τὸ ἱερόν· ἐὰν δέ τις βιάσηται, ἀπρόσδεκτος
ἡ θυσία παρὰ τοῦ θεοῦ· παρέχειν δὲ καὶ τῶι θεῶι τὸ καθῆκον, δεξιὸν
10 σκέλος καὶ δορὰν καὶ κεφαλὴν καὶ πόδας καὶ στηθύνιον καὶ ἔλαιον
ἐπὶ βωμὸν καὶ λύχνον καὶ σχίζας καὶ σπονδήν, καὶ εὐείλατος
γένοιτ̣ο ὁ θεὸς τοῖς θεραπεύουσιν ἁπλῇ τῇ ψυχῇ· ἐὰν δέ τινα
ἀνθρώπινα πάσχῃ ἢ ἀσθενήσῃ ἢ ἀποδημήσῃ που, μηθένα ἀνθρώ-
πων ἐξουσίαν ἔχειν, ἐὰν μὴ ὧι ἂν αὐτὸς παραδῶι. ὃς ἂν δὲ πολυ-
15 πραγμονήσῃ τὰ τοῦ θεοῦ ἢ περιεργάσηται, ἁμαρτίαν ὀφειλέτω Μηνὶ
Τυράννωι, ἣν οὐ μὴ δύνηται ἐξειλάσασθαι. ὁ δὲ θυσιάζων τῇ ἑβδόμῃ
τὰ καθήκοντα πάντα ποιείτωι τῶι θεῶι· λαμβανέτωι δὲ τῆς θυσίας ἧς
ἂν φέρῃ σκέλος καὶ ὦμον, τὰ δὲ λοιπὰ κατακοπτέτ̣ω <ἐν τῶι> ἱερῶι· εἰ δέ τις
〚εἰ δέ τις〛 προσφέρει θυσίαν τῶι θεῶι, ἐγ νουμηνίας μέχρι πεντεκαι-
20 δεκάτης· ἐὰν δέ τις τράπεζαν πληρῶι τῶι θεῶι, λαμβανέτω τὸ ἥμισ[υ]·
τοὺς δὲ βουλομένους ἔρανον συνάγειν Μηνὶ Τυράννωι ἐπ’ ἀγαθῆι τύ[χηι].
ὁμοίως δὲ παρέξ̣ουσιν οἱ ἐρανισταὶ τὰ καθήκοντα τῶι θεῶι, δε[ξιὸν]
σκέλος καὶ δορὰν καὶ κοτύλην ἐλαίου καὶ χοῦν οἴνου καὶ να[στὸν χοινι]-
κιαῖον καὶ ἐφίερα τρία καὶ κολλύβων χοίνικες δύο καὶ ἀκρό[αμα, ἐ]-
25 ὰν κατακλιθῶσιν οἱ ἐρανισταὶ καὶ στέφανον καὶ λημνίσ[κον]·
καὶ εὐείλατος γένοιτο τοῖς ἁπλῶς προσπορευομένοι[ς].
                           vacat
Search Help
Contact Us