[ ] Att. — stoich. 33 — fin. s. IV a.
1 θεοί.
ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Ἐριθασέου π[ρ]-
οαγορεύει καὶ ἀπαγορεύει ὑπέρ τε ἑαυτ[οῦ]
καὶ τῶν δημ[ο]τῶν καὶ τοῦ δήμου τοῦ Ἀθηνα[ί]-
5 ων μὴ κόπτειν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος μηδὲ [φ]-
έρει<ν> ξύλα μηδὲ κοῦρον μηδὲ φρύγανα μηδ[ὲ]
φυλλό[β]ολα ἐκ τοῦ ἱεροῦ· ἂν δέ τις ληφθεῖ [κ]-
όπτων ἢ φέρων τι τῶν ἀ[π]ειρημένων ἐκ τοῦ [ἱ]-
εροῦ, ἂν μὲν δοῦλος εἶ ὁ λη[φ]θείς, μαστιγώ[σ]-
10 εται πεντήκοντα πληγὰς καὶ παραδώσει [α]-
ὐτὸν καὶ τοῦ δεσπότου τοὔνομα ὁ ἱερεὺς [τ]-
ῶι βασιλεῖ καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισ[μ]-
α τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· v
ἂν δὲ ἐλεύθερος εἶ, θω̣άσει αὐτὸν ὁ ἱερεὺ[ς]
15 μετὰ τοῦ δημάρχου πεντήκοντα δραχμαῖς v
καὶ παραδώσει τοὔνομα αὐτοῦ τῶι βασιλ[εῖ]
καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισμα τῆς βου[λ]-
ῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων. vacat
               vacat 0.08
Search Help