[ ]
Att. — stoich. 33 — fin. s. IV a.
| 1 | θεοί. |
| ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Ἐριθασέου π[ρ]- | |
| οαγορεύει καὶ ἀπαγορεύει ὑπέρ τε ἑαυτ[οῦ] | |
| καὶ τῶν δημ[ο]τῶν καὶ τοῦ δήμου τοῦ Ἀθηνα[ί]- | |
| 5 | ων μὴ κόπτειν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος μηδὲ [φ]- |
| έρει<ν> ξύλα μηδὲ κοῦρον μηδὲ φρύγανα μηδ[ὲ] | |
| φυλλό[β]ολα ἐκ τοῦ ἱεροῦ· ἂν δέ τις ληφθεῖ [κ]- | |
| όπτων ἢ φέρων τι τῶν ἀ[π]ειρημένων ἐκ τοῦ [ἱ]- | |
| εροῦ, ἂν μὲν δοῦλος εἶ ὁ λη[φ]θείς, μαστιγώ[σ]- | |
| 10 | εται πεντήκοντα πληγὰς καὶ παραδώσει [α]- |
| ὐτὸν καὶ τοῦ δεσπότου τοὔνομα ὁ ἱερεὺς [τ]- | |
| ῶι βασιλεῖ καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισ[μ]- | |
| α τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· v | |
| ἂν δὲ ἐλεύθερος εἶ, θω̣άσει αὐτὸν ὁ ἱερεὺ[ς] | |
| 15 | μετὰ τοῦ δημάρχου πεντήκοντα δραχμαῖς v |
| καὶ παραδώσει τοὔνομα αὐτοῦ τῶι βασιλ[εῖ] | |
| καὶ τεῖ βουλεῖ κατὰ τὸ ψήφισμα τῆς βου[λ]- | |
| ῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων. vacat | |
| vacat 0.08 |