— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
1 | #⁷#⁷#⁷ — — — — — ε̣ναικε — — — — — #⁷Ε#⁷#⁷ — — — — — ας ὁπόσοι ἐν τῆ[ι στήλ]- |
η[ι ἐ]γ[γεγρα]μμένοι εἰσὶν ἢ το[ὺς τ]ούτων ἐκγόνους vvv· ἐὰν δέ τις θύηι | |
τῆι θεῶι τῶν ὀργεώνων οἷς μέτεστιν τοῦ ἱεροῦ ἀτελεῖς αὐτοὺς θύειν· | |
[ἐ]ὰν δὲ ἰδιώτης τις θύηι τῆι θεῶι διδόναι τῆι ἱερέαι γαλαθηνοῦ μὲν ∶Ι𐅁 | |
5 | [κ]αὶ τὸ δέρμα καὶ κωλῆν διανε[κ]ῆ δεξιάν, τοῦ δὲ τελέου ⋮ΙΙΙ∶ καὶ δέρμα καὶ |
[κ]ωλῆν κατὰ ταὐτά, βοὸς δὲ ∶Ι𐅁̣∶ καὶ τὸ δέρμα· διδόναι δὲ τὰ ἱερεώσυνα τῶ- | |
[ν μὲ]ν θηλ[ε]ιῶν τῆι ἱερέαι, τῶν δὲ ἀρρένων τῶι ἱερεῖ· παραβώμια δὲ μὴ | |
[θύ]ειν [μ]ηδένα ἐν τῶι ἱερῶ[ι ἢ] ὀφείλε[ι]ν ∶𐅄∶ δραχμάς. v ὅπως δ’ ἂν ἡ οἰκία καὶ | |
τὸ ἱερὸν ἐπισκε[υ]άζηται, τὸ ἐν[οίκιον τῆ]ς οἰ[κίας] καὶ τὸ ὕδωρ ὅσου ἂμ πραθῆι, ε- | |
10 | [ἰς τὴν ἐ]πισκευὴν τοῦ ἱεροῦ [καὶ τῆς] οἰκίας, εἰς ἄλλο δὲ μηδὲν ἀναλίσκειν, ἕ- |
[ως] ἂν [τὸ ἱερὸ]ν ἐπισκευ[ασ]θῆι κ[αὶ ἡ οἰκία], ἐὰν μή τι ἄλλο ψηφίσωνται οἱ ὀργεῶνε[ς] | |
․․#⁷#⁷#⁷․․․․ν εἰς τὸ ἱερόν. vv ὑπολι[μπά]νειν δὲ ὕδωρ τῶι ἐνοικοῦντι ὥστε χρῆσθ[αι]. | |
[ἐὰ]ν δ[έ τι]ς [ε]ἴπ[ηι] ἢ ἐπιψηφίσηι παρὰ τόνδε τὸν νόμον, ὀφειλέτω ∶𐅄∶ δραχμὰς τῆι | |
[θεῶι] ὅ τ[ε εἰπὼν καὶ] ὁ ἐπιψηφίσας καὶ μὴ μετέστω αὐτῶι τῶν κοινῶν. ἀναγράφειν δ- | |
15 | [ὲ αὐτὸν ὀφείλο]ντα τῆι θεῶι τοῦτο τὸ ἀργύριον εἰς τὴν στήλην τοὺς ἐπιμελητά[ς]. |
ἀγο[ρὰν δὲ κ]αὶ [ξ]ύ[λλ]ογον ποιεῖν τοὺς ἐπιμελητὰς καὶ τοὺς ἱεροποιοὺς ἐν τῶι ἱερ- | |
[ῶι] πε[ρὶ τῶν κοιν]ῶν τῆι δευτέραι ἱσταμένου τοῦ μηνὸς ἑκάστου. vv διδόναι δὲ | |
[τοῖς ἱ]εροποιοῖς εἰς τὴν θυσίαν ∶𐅂𐅂∶ δραχμὰς ἕκαστον τῶν ὀργεώνων οἷς μέτεστι | |
[το]ῦ [ἱε]ροῦ τοῦ Θαργηλιῶνος πρὸ τῆς ἕκτης ἐπὶ δέκα, ὃς δ’ ἂν ἐπιδημῶν Ἀθήνη- | |
20 | [σι] καὶ ὑγιαίνων μὴ συνβάλληται, ὀφειλέτω ∶𐅂𐅂∶ ἱερὰς τῆι θε[ῶι]. v ὅπως δ’ ἂν ὡ- |
[ς πλ]εῖστοι ὦσιν ὀργεῶνες τοῦ ἱερο[ῦ], ἐξεῖναι [τῶι] βουλομένωι εἰσεν[έ]γκαντι | |
[— δ]ραχμὰς μετεῖναι αὐτῶι τοῦ ἱεροῦ καὶ εἰς τὴν στήλην ἐγγράφεσθαι, τ[οὺς] | |
[δὲ γεγραμ]μένους εἰς τὴν στήλην δο[κιμά]ζειν τοὺς ὀργεῶνας καὶ παρ[α —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — το]ῦ Θαρ[γηλ]- | |
25 | [ιῶνος — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
IG II²
1361