[ ]
Att. — non-stoich. — c. 37/6
| in corona: | |
| 1 | Διόδω- |
| ρον Σω- | |
| κράτους | |
| Ἀφιδναῖ- | |
| 5 | ον |
| 5a | vacat 0.055 |
| 6 | ἐπὶ Θεοπίθου ἄρχοντος, Μουνιχιῶνος |
| ἕκτῃ· ἐπ[ε]ιδὴ [Δι]όδωρος Σωκράτου Ἀφ[ι]- | |
| δναῖος εὔνους ὢν δ[ια]τελεῖ τῶι [κοινῶι] τῶι | |
| Σωτηριαστῶν καὶ λόγῳ καὶ ἔργωι πράττω[ν] τ[ὰ] | |
| 10 | συνφέροντα τῇ συνόδωι, γενηθεὶς δ[ὲ] |
| καὶ παραίτιος τῆς ἄνωθεν συλλογῆς καὶ | |
| τὴν σύνοδον αὐτὸς κτίσας ἀρχερανισ[τ]- | |
| ὴς ὑπέμεινεν, καὶ ταμιεύσας ἐν τῶι ἐπὶ | |
| Εὐθυδόμου ἄρχοντος ἐνιαυτῶι προεστά- | |
| 15 | τησεν τοῦ θεμελιωθῆναι τὴν σύνοδον· ἀ- |
| διαλίπτως δὲ ἐπαγωνιζόμενος καὶ ἐν | |
| τῶι ἐπὶ Νικάνδρου ἄρχοντος ἐνιαυτῷ ταμιεύ- | |
| σας ὡσαύτως εὔξησεν τὰ κοινά· ἀκοπίατον δὲ | |
| ἑατὸν παρεχόμενος καὶ ἐν τῷ ἐπὶ Διοκλέους | |
| 20 | Μελιτέως ἄρχοντος ἐνιαυτῶι ταμιεύσας ἐποί- |
| ησεν ἐκ πλήρους τὰ δίκαια καὶ τὰ νῦν ἐν τῶι | |
| ἐπὶ Καλλικρατίδου ἄρχοντος ἐνιαυτῷ ταμιεύσας π[ᾶ]- | |
| σαν εἰσηνέγκατο σπουδὴν καὶ φιλοτιμίαν περὶ τῶν κοι- | |
| νῶν· κατασταθεὶς δὲ καὶ ἱερεὺς τῆς Σωτείρας ἐν τῶι ἐ- | |
| 25 | πὶ Μενάνδρου ἄρχοντος ἐνιαυτῶι ἐκαλλιέρησεν καὶ ἀφιλαργύρως |
| ἱστανόμενος ἡστίασεν τοὺς ἐρανιστὰς ἐκ τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ἰδίων | |
| ἀναλώσας οὐκ ὀλίγον χρῆμα· ἐφ’ οἷς ἅπασιν ἡ σύνοδος ἀποδε- | |
| ξαμένη τὴν ἐκτένειαν καὶ φιλοτιμίαν αὐτοῦ ὁμοθυμα- | |
| δὸν προεβάλετο τοὺς εἰσοίσοντας αὐτοῖς τὰς καθηκού- | |
| 30 | σας τιμὰς Λεύκιον Ἀρτεμιδώρου Ἀζηνιέα, Δημήτριον Ἀρτε- |
| μιδώρου Λαμπτρέα, Διότιμον Δημητρίου Κηφισιέα, Φίλιππον | |
| Φιλίππου Ἰκαριέα· τύχῃ ἀγαθῆι, δεδόχθαι τῷ κοινῶι τῶν Σωτηρι- | |
| αστῶν, ὧν ἀρχερανιστὴς Διόδωρος Σωκράτους Ἀφιδναῖος, <ἐπαινέσαι Διόδωρον Σωκράτους Ἀφιδναῖον> καὶ | |
| στεφανῶσαι θαλλοῦ στεφάνωι ἐφ’ ᾗ ἔσχηκεν πρὸς τὴν σύνοδον | |
| 35 | ἀδιαλίπτωι φιλοτιμίᾳ· στεφανοῦσθαι δὲ αὐτὸν καθ’ ἕκα[σ]- |
| τον ἐνιαυτὸν ὑπὸ τοῦ ἀεὶ ἐσομένου ταμίου καθὼς καὶ οἱ | |
| ἱερεῖς καὶ ὁ ἀρχερανιστής· ἀναγορεύεσθαι δὲ ὅτι τὸ κοι- | |
| νὸν τῶν Σωτηριαστῶν στεφανοῖ Διόδωρον κατὰ τὸ δό- | |
| γμα. ἀναγράψαι δὲ τόδε τὸ δόγμα εἰς στήλην λιθίνην | |
| 40 | καὶ ἀναθῖναι ἐν τῶι τεμένει τῆς Σωτείρας, ἵνα τούτων |
| συντελουμένων πολλοὶ ζηλωταὶ γίνωνται τὴν | |
| 〚τὴν〛 σύνοδον ἐπαύξειν, βλέποντες τὸν κτίσαντα τυγ- | |
| χάνοντα τῆς πρεπούσης εὐνοίας τε καὶ μνήμης. | |
| Λεύκιος Ἀρτεμιδώρου Ἀζηνιεὺς εἶπεν· vv τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ψή- | |
| 45 | φων αἷς ἐδόκει τόδε τὸ δόγμα κύριον εἶναι, ἑξήκον[τα]· |
| αἷς δὲ οὐκ ἐδόκει οὐδεμία. |