Invitatio ad munera.  Thin slab of white marble, broken into numerous fragments.
[ ] Makedonia (Mygdonia) — Thessalonike — Odeion (in reuse) — 260 AD — Anc. Mac. 6 (1999) 1321-1322 — SEG 49.817 — SEG 56.748 (cf.)
See also:
1                                                  ἀγαθῆι  τύχηι
  ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νείκης καὶ αἰωνίου διαμονῆς τῶν μεγίστω[ν] καὶ θειοτ[άτω]ν κυρίων ἡμῶν ἀη[ττήτων Αὐ]-
 τοκρατόρων 〚— — — — — rasura — — — — — —〛 Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — — rasura — — — — — — —〛 [Εὐσεβοῦς]
 Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — rasura — — — — — — —〛 τοῦ ἐπιφανεστάτου Καί[σα]ρος 〚— — — — — — rasura — — — — — — —〛
5  καὶ τοῦ σύνπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμου Ῥωμαίων καὶ τῶν ἐξοχωτάτων ἐπά[ρχων τοῦ ἱεροῦ πραιτωρίου]
Τιβ(έριος) Κλ(αύδιος) Ῥούφριος Μένων ὁ κρ(άτιστος) ·ἱ·εροφάντης τοῦ ἁγειωτάτου θεοῦ Καβείρου καὶ διὰ βίου ἀγωνοθέτη[ς τοῦ κοινοῦ τῶν Μακεδόνων]
καὶ Μακεδονιάρχης καὶ ∙βʹ∙ ἀρχιερεὺς τῶν Σεβαστῶν καὶ ἀγωνοθέτης τῆς λαμπρᾶς Θεσσαλονει[κέ]ων μητροπόλεως καὶ κολωνείας καὶ ∙βʹ∙ ν[εωκόρου ἀγῶνος ἱερ]οῦ οἰκουμε-
νικοῦ εἰσελαστικοῦ τῶν μεγάλων Καισαρείων Ἐπινεικίων Καβειρίων Πυθίων ∙ καὶ Βαιβία Μάγνα ἡ γυνὴ αὐτοῦ ἡ ἀξ(ιολογωτάτη) Μ[ακεδονιάρχι]σσα καὶ ∙βʹ∙ ἀρχιέρεια ἐπιτελέσουσιν [φιλοτιμί]αν ἐν τῇ λαμ-
προτ<ά>τῃ Θ[εσ]σαλονεικέων μητροπόλι καὶ κολωνείᾳ καὶ ∙βʹ∙ νεωκόρῳ ἐκ θείας δ[ω]ρεᾶς [τῶν κυ]ρίων ἡμῶν Σεβαστῶν κυνηγεσίων τε κ[αὶ μονο]μ̣[αχιῶν] ἡμέραν μίαν, εἰσάγο[ντε]ς καὶ ζῷα ΑΠ[— 4-5 —] τὸν ἀριθμὸν ∙ ἓξ
10 λεοπάρδου, ὑαίνης ∙ καὶ λακα<ί>να<ς> ∙ καὶ ἀποσφάζοντες τῶν ἐνχωρίων ζῴων ἑκάστου εἴδους τέσσαρα ∙ ὁμοίως ❦ vacat εἰσάγοντε[ς καὶ ζε]ύγη δύο [μονο]μάχων ∙ περὶ
ψυχῆς ἀγωνιούμενα ∙ ἄρξονται δὲ τῆς φιλοτειμίας ∙ Σεκουλαρίῳ τὸ βʹ καὶ Δονάτῳ ∙ τὸ ∙βʹ∙ ὑπάτ(οις) vacat τῇ πρὸ ιβʹ∙ Καλανδῶν Ὀκτωβρίων,
                              Ἑλληνικῇ δὲ ἔτους ∙αϟσ∙ Σεβαστοῦ τοῦ καὶ ζυ̣ʹ
                                  εὐτυχ[εῖ]τε     Ὑπερβερτα[ίο]υ ∙ κʹ.
Search Help
Contact Us