[ ] Att. — non-stoich. — 185/4
1 ἱερὰ Διονύσου.
ἀγαθεῖ τύχει· ὀργεῶνες·
   Διονύσιος     Ἀγαθοκλέους      Μαραθώνιος
  Ἀγαθοκλῆς      Διονυσίου        Μαραθώνιος
5    Σόλων         Ἑρμογένου        Χολαργεύς
  Ἐπιχάρης       Κράτωνος         Σκαμβωνίδης
  Ἰσοκράτης      Σατύρου          Κυδαθηναιεύς
  Ἄνδρων         Σωσάνδρου       Ἁμαξαντεύς
   Διονυσογένης   Διονυσίου        Παιανιεύς
10    Σίμων          Σίμωνος          Πόριος
   Φιλόστρατος    Διονυσίου        Πόριος
@@@*LE/WN *SI/MOU *)ELAIOU/SIOS
   Θεόδοτος       Τιμησίωνος       Φλυεύς
   Δίων          Ἀντιλόχου        Λαμπτρεύς
15   Ἡρακλείδης     Θεοδώρου         Παιονίδης
   Καλλικράτης    Τιμησίωνος       Κηφισιεύς
  Ἀπολλόδωρος   Ἀπολλωνίου       Λαμπτρεύς
17a                 vacat 0.014
18 ἀγαθεῖ τύχει· ἐ[πὶ] Εὐπολέμου ἄρχοντος, Ποσιδεῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς
[Διον]υσιασταῖς· Σόλων Ἑρμογένου Χολαργεὺς εἶπεν· ἐπειδὴ Διονύσιος Ἀγαθοκλέους
20 [Μαραθώ]νιος κατασταθεὶς ταμίας ὑπὸ τῶν Διονυσιαστῶν πλείω ἔτη καὶ λαβὼν παρ’ αὐτῶν
[τὴν ἱερεωσ]ύνηγ τοῦ Διονύσου τόν τε νεὼ τοῦ θεοῦ κατεσκεύασεν καὶ ἐκόσμησεν πολλοῖς
[καὶ καλοῖς ἀνα]θήμασιν καὶ εἰς ταῦτα ἀνήλωκεν οὐκ ὀλίον πλῆθος ἀργυρίου, ἐπέδω-
[κεν δὲ καὶ εἰς τὸ κοι]νὸν δραχμὰς χιλίας ὅπως ἔχωσιν ἀπὸ τῆς προσόδου θύειν τῶι θεῶι κα-
[τὰ μῆνα ἕκαστον κ]ατὰ τὰ πάτρια, παρεσκεύασεν δὲ τοῖς Διονυσιασταῖς ἵν’ ἔχωσιν χρᾶ-
25 [σθαι αὐτοῖς καὶ χρυσώ]ματα καὶ ἀργυρώματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν τὴν δέο-
[υσαν εἰς τὰ ἱερὰ καὶ τόπον εἰ]ς ὃν συνιόντες καθ’ ἕκαστον μῆνα μεθέξουσιν τῶν ἱερῶν·
[δεδόχθαι τοῖς ὀργεῶσιν], ἐπαινέσαι Διονύσιον Ἀγαθοκλέους Μαραθώνιον καὶ στεφα-
[νῶσαι κιττοῦ στεφάνωι κ]ατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθίας καὶ εὐ-
[νοίας εἰς αὐτούς, καὶ ἀναγορεῦ]σαι τὸν στέφανον τοῦτον μετὰ τὸ τὰς σπονδὰς ποιή-
30 [σασθαι ὅταν συντελεσθῆι τ]ὰ ἱερὰ τοῖς ὀργεῶσιν ἐν τεῖ πρώτει συνόδωι. ἀναγρά-
[ψαι δὲ τὸ ψήφισμα τόδε ἐν στήλει λιθί]νει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, εἰς δὲ τὴν ἀ-
[ναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης με]ρίσαι τὸ γενόμενον ἀνάλωμα τὸν ταμίαν. ταῦ-
[τα Σόλων εἶπεν].
— — — — — — — — — — — — — — — —ῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς Διονυσια-
35 [σταῖς — — — — — — — — — — — εἶπεν· ἐ]πειδὴ Σόλων Ἑρμογέν[ου Χ]ολαργεὺς κατα-
[σταθεὶς — — — — — — — — — — — — — —]ν ἐφρόντισεν ὅπως ἐπα[υξ]ηθῶσιν
— — — — — — — — — — — — — — — — — — ς καὶ ἀόκνως οὐδεμίαν κα[κοπά]-
[θιαν ὑποστελλόμενος — — — — — — — — — — — —]ομως τὸ ἱερὸν τ[οῦ θεοῦ — —]
— — — — — — — — — — — — — — — — — — — — — ομενον αρ — — — — — —
Search Help
Contact Us