[ ] Att. — non-stoich. 43-50 — fin. III/init. II
1 Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ-
χε τῶι Ἀμφιαράωι σύνοδον, τὸ δὲ ἱερὸν συνβαίνει προσδεῖσθαι
ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε-
αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κατ-
5 ὰ τὸν ὅλμον καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι καὶ τὸ
πρόστωιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ-
ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε-
νεγκεῖν καθότι ἕκαστος δυνατός ἐστιν, ὅπως ἂν ἐπι-
σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν-
10 τες οἱ βουλόμενοι τῶι ἱερῶι· v ἀγαθεῖ τύχει δεδόχθαι τοῖς
Ἀμφιεραϊσταῖς ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν
τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ
ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· ἀνα-
γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ-
15 τῶν τὸ ἱερόν· ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος
ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν
καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ
Διοκλέου Ἁμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ-
20 σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν
στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος
Ἁμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ-
πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ
στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο-
25 [τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· καὶ ἐπι-
[μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα-
[τος τοὺ]ς αὐτοὺς τούτους καὶ αὐτοὺς ἀποδοῦναι. οἱ ἀνοικο-
[δομοῦντες] τῶι κοινῶι·
col. I.29 Διοκλῆς Ἁμαξαντεύς
30 Ἀντίμαχος Οἰναῖος
Καλλιτέλης Λαμπτρεύς
Ἀγαθοκλῆς Χολαργεύς
Νεοπείθης Κολωνῆθεν
Τιμοκλείδης Ἕρμειος
35 Ἀρχέστρατος Ἐρχιεύς
Πάμφιλος Κεφαλῆθεν
Θεότιμος Ῥαμνούσιος
Θεογένης Ῥαμνούσιος
Ἀλεξικράτης Ἀναφλύστιος
40 Ἀγαθοκλῆς Ἐπιεικίδης
col. II.29 Εὔφρων Ἀναγυράσιος
30 — — — ων Ἀστακηνός
Με[γ]α[κλ]ῆς? Εἰτεαῖος
Ἰάσων Χολα[ργεύ]ς
Δ[η]μοκρ[ά]της — — — ος
[Θ]ε[ό]κ[ριτ]ος Λαμπτρεύς
35 Μνησικλείδης Ἰκαριεύς
Ἀρί[σ]των Χολαργεύς
Ἀρχέβιος Ἀναγυράσιος
Διονυσόδωρος Χολαργεύς
Μενεκράτης Πιθεύς
39a vacat
col. I.40a sinistra in corona:
41 [ν]ησιμίδης
Ῥαμ[ν]ούσιος
col. II.40a dextra in corona:
41 Διοκλῆς
Ἁμαξαντεύς.
Search Help
Contact Us