Honorific decree of the Laodikeis for the priest Leon. Marble stele, broken into five fragments (two now missing); inscribed two times (nos. 1401-1402).
[ ]
Caria — Panamara — ca. 175-167 BC — EA 25 (1995) 85, 2 — SEG 45.1557
| 1 | ἐπ’ ἰερέως Εὐδάμου καὶ ἀρχόντων ἐν Λ̣α̣οδικείαι Μενεκράτ̣[ου] |
| [τ]οῦ Θαργηλίου, Μυωνίδου τοῦ Πανταλέοντος, Νίκωνος τοῦ Νικομά̣- | |
| [χ]ου, γραμματεύοντος Φανία τοῦ Καλλίου· Ζμινθίου δευτέραι· | |
| [ἔ]δοξε Λαοδικέων τῶι κοινῶι· ἀρχόντων γνώμη· ἐπειδὴ Λέων | |
| 5 | Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος ἱερατεύσας ἐμ Πα- |
| ν̣αμάροις εὐσεβῶς καὶ φιλαγάθως πᾶσι τοῖς παραγεγενημέ̣νο̣ις | |
| τῶμ πολιτῶν εἰς τὸ ἱερὸν φιλόδοξον αὑτὸμ παρείχ̣ε̣το καὶ τοὺς διαφερο- | |
| [μ]έ̣νους ὑπὲρ τῶν ὅρκων συλλύων διετέλει, καθόλου τε ἐμ πᾶσιν ἐγί- | |
| [ν]ετο ἐκτενὴς καὶ φιλότιμος, οὐδεμίαγ κακοπαθίαν οὐδὲ δαπάνην | |
| 10 | [ὑφ]ορ̣ώμενος· ὅπως οὖγ καὶ ὁ δῆμος φαίνηται ἀποδιδοὺς τοῖς καλοῖς |
| [κ]ἀγαθοῖς καὶ φιλοδόξοις ἀνδράσιν τὰς καταξίας χάριτα̣ς, δεδόχθα[ι]· | |
| [ἐ]πῃνῆσθαι Λέοντα Χρυσάορος τοῦ Ζωΐλου <τοῦ> Πολυπέρχοντος καὶ στε- | |
| φ̣ανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἀναθεῖναι δὲ καὶ στήλην λ̣ιθί- | |
| [ν]η̣ν, εἰς ἣν ἀναγραφήσεται τόδε τὸ ψήφισμα, τὴν δὲ στήλην | |
| 15 | ἀναθέτω {ι} οὗ ἂν αὐτὸς βούληται· τὸ δὲ εἰς αὐτὴν τέλεσμα |
| ὑπαρχέτω {ι} ἐξ ἐπαγγελίας. | |