Honorific decree of Phokaia for Priene.  Lower drum of an unfluted column.
[ ] Ionia — Priene — Agora — ca. 190 BC — IvPriene (1906) 64
See also:
1 [․․․․․․․․]ν̣ ἐπιγνῶι πολ̣ιτ[— — — — — — — — — — — — οἵτινες ἀφικό]μενοι
[εἰς Πριήν]ην καὶ ἀναδόντες [τόν τε στέφανον καὶ τὸ ψήφισμα καὶ ἐπελθό]ντες ἐπὶ
τὴ[μ β]ουλὴν καὶ τὸν δῆ[μ]ον ΛΕ̣[․․]ΛΙ․Ο[․․․․․․․․․․․․․․․․․․․․․․․․․]λ̣ιαν̣ εὐχαριστή-
σαντες ἐπὶ τοῖς πεπραγμένοις ὑπ’ αὐ[τῶν καὶ ἐπὶ τοῖς ἄλλοις εὐερ]γετήμασιν καὶ περὶ
5 τῆς εὐνοίας ἐμφανίσαντες ἧς ἔχομε[ν πρὸς αὐτοὺς παρακαλ]έ̣σου[σ]ιν καὶ ἀξιώσουσιν
τὸν δῆμον τὸμ Πριηνέων καὶ εἰς τὸ λοιπ[ὸν τὴ]ν αὐτὴ̣[ν αἵρεσι]ν ἔχοντα συντηρεῖν τὴν
πρὸς Φωκαιεῖς εὔνοιαν καὶ ἀεί τινος αἴτι[ο]ν ἀγαθοῦ γίνεσθαι τῶι δήμωι, εἰδότα ὅτι
ὁ δῆμος ὁ Φωκαέων ἀποδώσει χάριτ[α]ς ἀξίας αὐτῶι τῶν εὐεργετημάτων· ἐψηφίσ-
θαι δὲ ἐπὶ σωτηρίαι τῆς πόλεως καὶ τῶ[μ] πολιτῶν· καὶ ἂν ταῦτα δόξηι, ἀ[ν]αγράψαι
10 τὸ ψήφισμα τοὺς ἐξεταστὰς εἰς τὸ δημόσιον· παρέ̣δωκαν οἱ πρυτάνεις οἵ τε ἐκ τοῦ μηνὸς
τοῦ Μαιμακτῆρος καὶ τοῦ Ἀρτεμισιῶνος καὶ Ἡραιῶνος ψήφους εἰσενηνεγμένας τὰς ἐκ τοῦ
νόμου· πρεσβευταὶ ᾑρέθησαν Νικί̣ω̣ν Δημητρίου, Εὐελθίδης Ἀρχεδήμου.
Search Help
Contact Us