Regulations concerning sacrifices.  Lower part of a stele of blue marble, inscribed on the front and back faces (nos. 415-416).
[ ] Ionia — Thebes at Mykale — mid-4th c. BC — IvPriene (1906) 362 + p. 312 — F. Sokolowski, LSAM (1955) 110, 39
See also:
1 [․․․․․․ μηνὸς Κυαν]ο̣ψ̣ιῶνος ὀγ̣δ̣[όηι]
ἀ̣νο̣[μ]ένο̣υ [φέρ]ε̣ιν̣ τῆι Μυκάληι ΟΡ[․․․․]
α̣ν τὸν [․․․․․․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην·
5 καὶ τοῦ Τα]ρε̣ῶνος φέ̣ρ̣ε̣[ι]ν τρίτηι ἐπὶ δέ-
κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι·
καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι
τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό-
τι καὶ τῆι Μυκάληι· καὶ ἐς τὴν ὑστεραίην
10 φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι
καὶ τοῖς ἄλλοις ἐπομόσα̣ντα· φέρειν δὲ
κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον
ἀπ’ ἐκάστου αἰπολίου ἐκ τοῦ ἑαυτοῦ,
πριάμενον δὲ μὴ ἐξεῖναι, καὶ ἐπιπέμμα-
15 τα ἐξ ἡμιχοινικίου καὶ δύο ἡμιτεσσέρια
οἴνου σπονδήν· φέρειν δὲ καὶ τοὺς τὰ
πρόβατα βόσκοντας ἀπὸ τῆς ποίμνη-
ς ἄρνα, εἰὰν πέντε τέκωσι· φέρειν δὲ καὶ
τὰ ἄλα κατότι καὶ οἱ τὰς αἶγας βόσκον-
20 τες· λαμβάνειν δὲ τοὺς εἰσάγοντας το͂ κου-
ρείοˉ τὸ δέρμα καὶ σκέλος καὶ νεφρὸν
καὶ σκολιόν, τοὺς δὲ ἱροποιοὺς παραλ-
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαλ̣ηδὸν
25 πᾶσι Θηβαίοις καὶ τοῖς πολ̣ίταις ὅσοι ἂν
                     vacat
Search Help
Contact Us