Regulations concerning sacrifices. Lower part of a stele of blue marble, inscribed on the front and back faces (nos. 415-416).
[ ]
Ionia — Thebes at Mykale — mid-4th c. BC — IvPriene (1906) 362 + p. 312 — F. Sokolowski, LSAM (1955) 110, 39
See also:
| 1 | [․․․․․․ μηνὸς Κυαν]ο̣ψ̣ιῶνος ὀγ̣δ̣[όηι] |
| ἀ̣νο̣[μ]ένο̣υ [φέρ]ε̣ιν̣ τῆι Μυκάληι ΟΡ[․․․․] | |
| α̣ν τὸν [․․․․․․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣ | |
| ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην· | |
| 5 | καὶ τοῦ Τα[υ]ρε̣ῶνος φέ̣ρ̣ε̣[ι]ν τρίτηι ἐπὶ δέ- |
| κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι· | |
| καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι | |
| τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό- | |
| τι καὶ τῆι Μυκάληι· καὶ ἐς τὴν ὑστεραίην | |
| 10 | φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι |
| καὶ τοῖς ἄλλοις ἐπομόσα̣ντα· φέρειν δὲ | |
| κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον | |
| ἀπ’ ἐκάστου αἰπολίου ἐκ τοῦ ἑαυτοῦ, | |
| πριάμενον δὲ μὴ ἐξεῖναι, καὶ ἐπιπέμμα- | |
| 15 | τα ἐξ ἡμιχοινικίου καὶ δύο ἡμιτεσσέρια |
| οἴνου σπονδήν· φέρειν δὲ καὶ τοὺς τὰ | |
| πρόβατα βόσκοντας ἀπὸ τῆς ποίμνη- | |
| ς ἄρνα, εἰὰν πέντε τέκωσι· φέρειν δὲ καὶ | |
| τὰ ἄλα κατότι καὶ οἱ τὰς αἶγας βόσκον- | |
| 20 | τες· λαμβάνειν δὲ τοὺς εἰσάγοντας το͂ κου- |
| ρείοˉ τὸ δέρμα καὶ σκέλος καὶ νεφρὸν | |
| καὶ σκολιόν, τοὺς δὲ ἱροποιοὺς παραλ- | |
| αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ | |
| αὐτοὶ θύουσι νέμειν μερίδας κεφαλ̣ηδὸν | |
| 25 | πᾶσι Θηβαίοις καὶ τοῖς πολ̣ίταις ὅσοι ἂν |
| vacat | |