[ ] Att. — non-stoich. 28-34 — c. 213/2
       θεοί.
1 ἐπὶ Ἡρακλείτου ἄρχοντος· Μουνιχιῶνος
ἀγορᾶι κυρίαι· vv Παράμονος Παρμενίσκου
Ἐπιεικίδης εἶπεν· ἐπειδὴ Γλαῦκον ἱέ-
ρεια λαχοῦσα εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ
5 Εὐφιλήτου ἄρχοντος κ[α]λῶς καὶ εὐσεβῶς
τὴν ἱερωσύνην ἐξήγαγεν καὶ τὰ λοιπὰ
ἐφιλοτιμήθη ὅσα προσῆκεν τεῖ θεῶι,
ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες φαίνωνται
10 χάριν ἀποδιδόντες ταῖς φιλοτιμουμέ-
ναις τῶν λαγχανουσῶν ἱερειῶν εἴς τε
τὴν θεὸν καὶ εἰς τὸ κοινὸν τῶν ὀργεώνων,
ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν,
ἐπαινέσαι τὴν ἱέρειαν Γλαῦκον καὶ
15 στεφανῶσαι θαλλοῦ στεφάνωι εὐσε-
βείας ἕνεκεν τῆς εἰς τὴν θεὸν καὶ φιλο-
τιμίας τῆς εἰς ἑαυτούς· v ἀναθεῖναι δὲ
αὐτῆς καὶ εἰκόνα ἐν τῶι ναῶι· στεφανοῦν
δὲ καὶ εἰς τὸν ἔπειτα χρόνον κατ’ ἐνιαυ-
20 τὸν καθ’ ἑκάστην θυσίαν καὶ ἀναγορεύειν
τὸν στέφανον αὐτῆς τοὺς ἐπιμελητάς. v ἀνα-
[γρ]άψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ὀργεῶνας
ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι τεμέ-
νει [τῆς θεο]ῦ.
24a                  vacat 0.145
25                  οἱ ὀργεῶνες
                 τὴν ἱέρειαν
                 Γλαῦκον.
                 vacat 0.355
Search Help
Contact Us