[ ]
Att. — non-stoich. 41-46 — c. fin. s. III a.
1 | μον[— — — — — — — — — — — — — — εἰδότες ὅτι χάριτας] |
ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν· v ἀγαθῆι] τύχη[ι] | |
δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν- | |
τι, ἐπαινέσαι Δικαίαρχον v Ἀ[π]ο[λλ]ωνίου v Θριά[σιον] | |
5 | καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι- |
λοτιμίας τῆς εἰς αὐτούς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ | |
τὴν ἀναγραφὴν εἰσενενκεῖν τοὺς νομο̣φ̣[ύ]λ̣[α]κας. vacat | |
ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ- | |
10 | σιν τὰ ἐψηφισμένα. v οἵδε εἱρέθησαν· v Λέων Ἅγνωνος Ὄαθεν· |
Θεόδωρος Νικωνύμου Φλυεύς· v Γλαύκων Σωσικράτου vacat | |
Χολλεῖδης. | |
12a | in corona oleaginea: |
13 | Ἀθηναίων |
οἱ στρατευόμενοι | |
15 | Ῥαμνοῦντι |
Δικαίαρχον. |