Honorific decree of an unknown city (Orthosia?) for Priene, a Prienian judge, and his secretary (?). Stele of whitish marble, broken at the top.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 200-150 BC — IvPriene (1906) 71
See also:
1-6 | {²uncertain remains of six lines}² |
7 | [ὅπ]ω̣[ς] δὲ [φαί]ν̣η̣τα̣ι̣ μνημο[νεύων ὁ δῆμος τῶν εὐεργετούντων αὑ]- |
[τ]ὸν̣ [καὶ] ἀ̣ξ̣ία̣[ς τι]μὰς ἀπ̣οδιδο[ὺς τῶν εὐεργεσιῶν καὶ οἱ λοιποὶ] | |
ὁ[ρῶν]τ[ε]ς̣ τὴν [ε]ὐχαρισ[τ]ία[ν] ζηλῶ[σ]ι[ν — — — — — — — —] | |
10 | τ̣ου[․․․․․․․․․]ου, δι’ ἃ καὶ δεδόχθαι τῆι [βουλῆι καὶ τῶι δή]- |
μω[ι· ἐπ]ῃν[ῆ]σθαι μὲν τὸν δῆ̣μον τὸν Πριην[έων ἐπὶ τῆι εὐ]- | |
νοίαι καὶ φιλαγαθίαι τῆι πρὸς [ἡ]μᾶς καὶ ἐ[πὶ] τῶι ἀ̣[γαθοὺς] | |
ἄνδρας ἐξαπεσταλκέναι καὶ στεφανῶσαι αὐτὸν χρυ[σῶι] | |
στεφάνωι· ἐπῃνῆσθαι δὲ κα[ὶ] Ἄλεξιν ἀρετῆς ἕνεκεν καὶ δ[ικαι]- | |
15 | οσύνης καὶ καλεῖσθαι αὐτὸν εἰς [π]ροεδρίαν ἐν τοῖς συντελ[ου]- |
μένοις παρ’ ἡμῖν γυμνικοῖς ἀγῶσιν· ὑπ̣άρχειν δὲ αὐτοῖς καὶ σί- | |
τησιν ἐμ πρυτανείῳ· δεδόσθαι δὲ καὶ πολιτείαν ἐφ’ ἵσῃ καὶ ὁ- | |
μοίῃ αὐτοῖς καὶ ἐκγόνοις αὐτῶ̣ν· στεφανῶσαι δὲ αὐτὸν καὶ χρ[υ]- | |
σῶι στεφάνωι· ἀνα[γ]ορευθῆναι δὲ καὶ ἐν τῆι συντελουμένῃ | |
20 | παρ’ ἡμῖν πα̣νηγύρει ἐν τῶι Ὀλω[ΐ]ωι μηνὶ τὰς συγκεχωρημέν[ας] |
τιμὰς τῶι τε δή̣μωι τῶι Πριηνείων καὶ Ἀλέξιδι, καὶ ὅπως ἐκφ[α]- | |
νεστέρα γένηται ἡ̣ Πριηνέων αἵρεσις κα̣ὶ ἡ Ἀ̣λέξιδος δικαιοσύ- | |
νη· ἐπῃνῆσθαι δὲ̣ [κ]αὶ Λυσίαν καὶ συγ[κ]εχωρῆσθαι α̣ὐτῶι πολ[ι]- | |
τείαν ἐφ’ ἵσῃ καὶ ὁ[μ]ο[ί]ῃ· ἵνα δὲ πᾶσιν εὔδηλος ᾖ [ἡ] τοῦ δήμου | |
25 | σπουδὴ ἣν ποεῖτα[ι] περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν κ[αὶ] |
ἡ Πριηνέων πρόνοια ἣ̣ν ποιοῦνται οἱ ἐξαποστέλλοντες | |
πρὸς <τ>οὺ[ς] α̣ἰτοῦντα<ς> τὰ δικ[ασ]τ[ή]ρια τοὺς ἐπιφανεστάτους | |
τῶν ἀνδρῶν, ἀναγρα<φή>τω δὲ [τ]ὸ ψήφισμα εἰς στήλην λευ- | |
κοῦ̣ λίθου καὶ ἀνατεθή[τ]ω ἐν τῶι ἱερῶ[ι τ]οῦ Διὸς τοῦ Ὑπάτου· | |
30 | ἑλέσθαι δὲ καὶ πρεσβευτά̣ς, οἱ δὲ α̣ἱρεθέντες ἀφικόμενοι πρὸς |
Πριη̣νεῖς τό τε̣ ψήφισμα ἀποδότωσαν [κ]αὶ παρακαλείτωσαν αὐτοὺς | |
προσδέξ̣ασθα[ί] τε μετ’ εὐ[νο]ί[ας τὰ] ἐ̣ψ[ηφ]ισμένα ὑφ’ ἡμῶν τίμια καὶ πο- | |
ήσ[α]σθαι αὐτῶν ἀναγόρευ[σι]ν ἐ̣[ν] τοῖς ἀγομένοις παρ’ αὐτοῖς ἀγῶ- | |
[σ]ιν, διαφυλάσσειν δὲ κα[ὶ εἰς] τὸ λοιπὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ εὔ- | |
35 | νοιαν· προνοῆσαι δὲ καὶ ὅπως ἀναγραφῇ τόδε τὸ ψή[φ]ισμα εἰς στήλη[ν] |
λ[ε]υκοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπ[ιφ]ανεστάτω̣ι παρ’ αὐτοῖς τό- | |
πωι· εἱρέθησαν πρεσβευταὶ Ἀπολλώνιος Ἀθηναγόρου, Ἀθηναγ̣ό- | |
{γ̣ο}ρ[α]ς {²⁶Ἀθηναγόρας}²⁶ Ἀπολλωνίου. | |