Honorific decree of Priene for Alexandreia Troas.  Stele of white marble, broken at the top.
[ ] Ionia — Priene — Sanct. of Athena — 2nd c. BC — GIBM III (1890) 419 — IvPriene (1906) 44 — IK Alexandreia Troas T95
See also:
1 [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπε]ιδὴ ὁ δῆμος ὁ Ἀ[λεξανδρέων ἀπέστειλε πρὸς]
[ἡ]μᾶ̣Νικασαγόραν] Ζωΐλου καὶ ψήφισμα καθ’ ὃ ἐ[στεφάνωκε τὸν] δῆμον
καὶ ἐπήινεκε τοὺς παραγενομένους εἰς Ἀλεξάνδρειαν δικαστὰς Ἀθηναγόραν
Εὐκτίτου, Νύνφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος, ἐπελθὼν δὲ καὶ Νικασαγό-
5 ρας ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ἀκολούθως διελέγηι τοῖς ἐν τῶι ψηφίσματι
κατακεχωρισμένοις·  ὅπως οὖν καὶ ὁ δῆμος εὐχαριστῶν τε φαίνηται τῶι δήμῳ
τῶι Ἀλεξανδρέων καὶ φιλανθρώπως ἀποδεδεγμένος τόν τε ἐψηφισμένον
ὑπ’ αὐτοῦ στέφανον καὶ τὸν τῶν δικαστῶν ἔπαινον,  δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· ἐπηνῆισθαι τὸν δῆμον τὸν Ἀλεξανδρέων ἐπί τε τῆι προαιρέσει ἣν ἔχει εἰς
10 τὴμ πόλιν ἡμῶν ἀκόλουθα πράττων τοῖς προϋπάρχουσι<ν> ἀμφοτέραις ταῖς π[ό]λεσιν
[φ]ιλανθρώποις καὶ διότι τὴμ πᾶσαν σπουδὴν προαιρούμενος ποιεῖσθαι ὑπὲρ τῶν παρα-
γινομένων εἰς τὴμ πόλιν δικαστηρίων, ὅπως ἴσα καὶ δίκαια πᾶ̣σ̣ι τοῖς πο[λίταις πα]-
ραγίνηται, διὰ τὸ μάλιστα διὰ τοῦτο τηρεῖσθαι τὴν δημοκρατίαν, ἀποσταλέ[ντων]
πρὸς αὐτὸν παρ’ ἡμῶν δικαστῶν τοὺς μὲν παραγενομένους ἄνδρας εἰς Ἀλεξάνδ[ρ]εια[ν]
15 ἐπῄνεκεν ἐπί τε τῶι σωφρόνως καὶ ἀνεγκλήτως παρεπιδημῆσαι καὶ διότι τὰς δίκας ἴσως
καὶ δικαίως ἁπάσας ἔκριναν τάς τε τῶμ παρανόμων καὶ τὰς τῶμ βιαίων, τὸν δὲ δῆμον
ἐστεφάνωκεν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴμ πόλιν καὶ διότι ἄνδρας καλοὺς
καὶ ἀγαθοὺς ἀπέστειλεν· ἐπηνῆισθαι δὲ καὶ τοὺς ἀποσταλέντας εἰς Ἀλεξάνδρειαν δι-
καστὰς Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος· ἵνα δὲ
20 τὰ ἐψηφισμένα ὑπὸ Ἀλεξανδρέων λάβηι συντέλειαν, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι
τότε ποιήσασθαι ἐπιμέλειαν μετὰ τοῦ γ̣ραμματέως, ὅπως ὁ στέφανος ἀναγορευθ[ῆι]
τοῖς πρώτοις Διονυσίοις ὅταν τὰς θέας συντελῶμεν μετὰ τὰς σπονδάς, διότι «ὁ δῆμ[ος]
ὁ Ἀλεξανδρέων στεφανοῖ τὸν δῆμον τὸμ Πριηνέων ἀρετῆς ἕνεκεν [κ]αὶ εὐνοία[ς]
τῆς εἰς αὑτὸν καὶ διότι δικαστὰς ἀπέστειλαν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς
25 Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος»·   τὸ δ[ὲ]
ψήφισμα τὸ παρὰ Ἀλεξανδρέων ἀναγράψαι εἰς στήλην λιθίνην καὶ στῆσαι
εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς,   ὑπογράψαι δὲ καὶ τόδ[ε τ]ὸ ψήφισμα εἰς τὴν ἀνατιθε-
μένην στήλην· τῆς δὲ ἀναγραφῆς τῶ[ν ψ]ηφισμάτων καὶ τῆς ἐγδόσεως τῆς στή-
λης ἐπιμέλειαμ ποιήσασθαι τὸν νεωποιεῖν μέλλοντα Χάρμον ἐπὶ στεφανηφόρο[υ]
30 Ἀπόλλωνος καὶ τὸ γενόμενον ἀνάλωμα ἀνενεγκεῖν ἐν λόγωι τῆι πόλει· ἀποστεῖ-
λαι δὲ καὶ ξένιον Νικασαγόραι τῶι παραγεγονότι πρεσβευτῆι τὸ κατὰ τὸν νόμον τὸν
νεωποίην Φλέαντα·   ἵνα δὲ καὶ ἀσφαλῶς παραπεμφθῆι, τοὺς στρατηγοὺς καὶ τοὺς
ἱππάρχας ἐπιμεληθῆναι.
Search Help
Contact Us