Honorific decree of Kolophon for Priene and Prienian judges. Stele of bluish marble, broken at the top and on the left. Now missing.
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — Ἀρτ]έμωνα [— — —] |
[— — — — — — — — — — — — — — — — τὴ]μ πόλιγ κα̣[ὶ στεφαν]ῶσαι ἕκαστον αὐ̣[τῶν] | |
[χρυσῶι στεφάνωι] ἀρε[τῆς] ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· τῆς δὲ ἀναγγελ̣[ίας] | |
[τῶν στεφάνων τὴ]ν ἐπιμέλειαμ ποιήσασθαι τοῖς μὲν Διονυσίοις τὸμ πρύτανιν ἐν τῶι ἀ̣[γῶ]- | |
5 | [νι — — — — ὅταν] ἡ πόλις πρῶτον τοὺς χοροὺς συντελῆι τῶι θεῶι, τοῖς δὲ Κλαρίοις τοῖ[ς μεγά]- |
[λοις καὶ τοῖς Ἀντ]ι̣οχ̣είοις τοὺς ἀγωνοθέτ̣ας ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι· ἀναγράψαι δ[ὲ] | |
[τόδε τὸ ψήφισμα εἰς] στήλην λιθίνηγ καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλαρ̣ίο[υ]· | |
[τὸ δὲ ἔργον τῆς κατασκε]υῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος μισθωσά[τω ὁ οἰ]- | |
[κονόμος — — — — — καὶ] τοῖς μισθωσαμένοις δότω τὰς δόσεις ἀπὸ τῶν εἰς τὴν διοίκησι[ν]· | |
10 | [συγγραφὴν δὲ τῶν] ἔργων ὁ ἀρχιτέκτωγ γραψάτω· ἵνα δὲ καὶ τῆς τῶν πρεσβευτῶν φ̣[ι]- |
[λοτιμίας ἀμφοτ]έραις ταῖς πόλεσιν ὑπόμνημα ὑπάρχηι καὶ Πριηνεῖς εἰδ̣ήσωσι τὴν | |
[προαίρεσιν ἣν εἶ]χον εἰς τὸν δῆμον, vacat αἱρεθῆναι πρέσβεις δύο μετὰ τὴγ κύρωσιν τοῦδ[ε] | |
[τοῦ ψηφίσματος, τ]οὺς δὲ ἀποδειχθέντας ἀφικομένους εἰς Πριήνηγ καὶ κατασταθέντα[ς] | |
[πρός τε τοὺς ἄρχοντ]ας καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδοῦναι καὶ ἐμφανίσαντας τήν | |
15 | [τε ἀρετὴν τῶμ πρεσ]βευτῶν καὶ τὴν ἄλλην φιλοτιμίαν, ἣν ἐποιήσαντο περὶ ὧν ἀπεστά- |
[λησαν· παρακαλεῖ]μ Πριηνεῖς ψηφίσασθαι, ἵνα ἥ τε ἀναγγελία τοῦ στεφάνου καὶ παρ’ αὐ- | |
[τοῖς γένηται ἐν τ]ῶι θεάτρωι καὶ ἀναγραφῆι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνηγ καὶ σταθῆ[ι] | |
[ἐν τῶι ἱερῶι τῆς Ἀ]θηνᾶς Πολιάδος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ὅπως φανερὸμ πᾶσι[ν] | |
[ἦι, ὅτι ὁ δῆμος ὁ Κο]λοφωνίων τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπίσταται τιμᾶν ἀξίω[ς] | |
20 | [τῶν εἰς αὑτὸν εὐε]ργεσιῶν. vacat διεψηφίσθη ἐν τῶι δήμωι κατὰ τὸν νόμον καὶ ἐδόθη ψηφι- |
[σαμένων χιλίων] εἴκοσι τριῶν. vacat πρεσβευταὶ Ἱππόνικος Ἀθηναγόρου, Τύρων Διονυσίο[υ]. | |