Honorific decree of Priene for judges from Phokaia, Nisyros, and Astypalaia.  Two fragments of a marble stele.
[ ] Ionia — Priene — ca. 330-300 or 286/5 BC — IvPriene (1906) 8 + p. 308 — Chiron 26 (1996) 234, a — SEG 46.1481
See also:
1 [ἐπὶ] σ̣τεφανηφόρου Κλείτου, μηνὸς Μεταγειτν̣[ιῶνος],
[γνώ]μη [τ]ιμούχων· ἐπειδὴ ὁ δῆμος ὅ τε Φωκαι[έ]ων κα[ὶ]
[Νισ]υ[ρ]ίων κα̣ὶ Ἀστυπαλα̣ιέων αἰτησαμένων ἡμῶ[ν δι]-
καστήρι[ο]ν ἐπὶ τὰ συμβόλα̣ια τά τε κοινὰ καὶ τὰ ἴδια ἀ[πέ]-
5 [στε]ιλεν ἡμῖν ἄνδρας καλοὺς κα̣ὶ ἀγαθοὺς ἀκόλουθα πρ[άτ]-
[των τ]ῆι πρὸς τὸν δῆμον αὐτ̣ῶι ὑπαρχούσηι εὐνοία̣ι, οἵ τ[ε]
[παραγε]νόμ̣ενοι δικασταὶ πᾶσαν παρέσχοντο φιλοτιμ[ί]-
[αν] πρ[ὸ]ς τὸ διαλύειν τοὺς ἐν τοῖς ἐγκλήμασιν ὄντας, [καὶ]
[τὰ]ς μὲν ἐδίκασαν τῶν δικῶν τῆι ψήφ[ω]ι κατὰ τοὺς νό-
10 [μου]ς, τὰς δὲ [δ]ιήιτησαν ἴσω[ς] καὶ δικαίως, εἰς ὁμόνοιαν
[καὶ φι]λ̣ία̣μ προαιρούμενοι τ̣[ὸν δ]ῆμον τὸμ Πριηνέων κ̣[α]-
[ταστῆσ]αι, δε̣δόχθαι τῆι βουλῆ̣ι καὶ τῶι δήμωι· ὅπως ἂ[ν]
[γένηται φ]α̣ν[ε]ρὸν ὅτ[ι ὁ δῆ]μο̣ς ὁ Πριηνέω<ν> ἐπίσταται τοὺς
[καλοὺς καὶ ἀγαθ]ο̣ὺς ἄνδρας καὶ αὐτ[ῶι χ]ρε[ία]ς π[α]ρα-
15 σχομέν̣[ους τιμᾶν, τὰς ἀξία]ς ἑ̣κά[στωι χάρ]ιτας ἀ̣ποδ̣[ι]δοὺς τῶν
εὐεργετημ̣[άτων, ἐπαινέσαι τόν τε Φωκ]α̣ιέων καὶ̣ [Ν]ισ[υρί]-
ων καὶ Ἀστυπα̣αιέων δῆμον ἀρετῆς ἕνεκα καὶ εὐνοί]-
ας ἣν ἔχων ἐξαπ[έστειλεν τοὺς δικαστὰς πρὸς τὸν δῆμον]
τὸμ Πρ[ι]ηνέων· ἐπαι[νέσαι δὲ καὶ τοὺς δικαστὰς τοὺς ἐξαπο]-
20 σταλέντας Φωκαιέωμ μ[ὲν — — — — — — — — — — — — —]
[Ἡγ]ήσι̣δος?, Θράσυλλον Ἀθη[ν— — — — — — Νισυρίων δὲ]
[․․]Ν̣[․] Ν̣α̣υ[λ]ί̣δου?, Καλλίαν Ἀρισ[τί]μου, Α[— — — — Ἀστυπαλαιέ]-
ω̣ν δὲ Ν̣όσσον Ἐλπινίκου, Νίκωνα Ν[— — — — — — — — —]
Τελεσάρχου ἀρετῆς ἕνεκα καὶ δικαιοσ[ύνης ἧς πεποίηνται]
25 περὶ τὰς κρίσεις, καὶ στεφανῶσαι ἕκαστον α̣[ὐτῶν ἑκάστην]
τε πόλιν στεφάνωι χρυσέωι τῶι ἐκ τοῦ νόμ[ου· τῆς δὲ ἀναγγε]-
λίας τοῦ στεφάνου τὴν ἐπιμέλειαμ ποιήσασθαι [τὸν ἀγωνο]-
θέτην τοῖς πρώτ[οι]ς Δ[ιο]ν̣υσίοις τραγωιδῶ[ν τ][ι ἀγῶνι, δη]-
λοῦντα δ̣ιὰ τῆς ἀναγ[γελ]ίας τὰς αἰτίας [δι’][ς στεφανοῦνται]·
30 εἶναι δὲ αὐτοὺς καὶ προ[ξ]ένους καὶ εὐεργέ[τα]ς το[ῦ δήμου]
τοῦ̣ Π̣ριηνέων· δεδόσθαι δὲ αὐτοῖς καὶ ἀτέλειαν ὧ[ν ἂν εἰσά]-
[γω]νται ἢ ἐξάγωνται εἰς τὸν ἴδιον οἶκον καὶ εἴσπλου[ν καὶ ἔκ]-
πλουν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι κ[αὶ]
[ἔφο]δ̣ο̣ν ἐπὶ τὴν βο[υ]λὴ̣ν [καὶ] τὸν δῆμον ἐά[ν] του δέωνται π[ρώτοις]
35 [μ]ετὰ τὰ ἱερὰ καὶ προεδρ[ί]α[ν] ἐν το[ῖ]ς ἀγῶ[σ]ι καὶ ἐμ πρυτανε[ίωι]
[κ]α̣ὶ ἐμ Πανιωνίω[ι] σ̣ίτ[η]σιν κα[ὶ] γ̣[ῆς κ]αὶ οἰκίας ἔγκτησιν καὶ ἱερῶν
κ̣αὶ ἀρχείωμ μετουσίαν ὧ[γ κ]αὶ [οἱ Πρ]ι̣η̣νεῖς μετέχουσιν· ταῦτα δὲ
ὑπάρχειγ καὶ αὐτοῖς καὶ ἐκγό[ν]οι[ς]· ὅπως δ’ ἂν ἦι φανερὰ πᾶσιν
ἥ̣ τε τοῦ δήμου προαίρεσις ἣ̣ν̣ ἔχει κατ̣α̣[ξί]ως καλῶν καὶ ἀγα̣-
40 θῶν ἀνδρῶν καὶ οἱ εὐεργετοῦντες τὴμ πόλιν εἰς ἅπαν[τα]
τὸγ χρόνομ μνημονεύωνται, ἀναγράψαι τὸ ψήφισμα τόδ[ε]
εἰς σ̣τήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἱε[ρ][ι τ]ῆς Ἀθηνᾶ[ς]·
τὸ δὲ ἀνάλωμα ὑπηρετῆσαι τὸν νεωποίην· ἑλέσθαι δ̣ὲ
καὶ πρεσβευτὴν ἐξ ἁπάντων τῶμ πολιτῶν εἰς ἑκάστη[ν]
45 π̣όλιν ἄνδρα ἕνα, ὅστις παραγενόμενος οὗ ἂν α̣ἱρεθῆι τό̣
τ̣ε ψήφισμα ἀποδώσει καὶ τὸν στέφανον τῶι δικαστηρίω[ι]
καὶ αἰτήσεται τὴμ βουλὴγ καὶ τ[ὸ]ν δῆμον ἀναγγελίαν τοῦ
σ̣τεφάνου δοῦναι Διον[υ]σίοις ἐν τῶι ἀγ[ῶ]νι τῶν τραγωιδ[ῶ]ν,
καθότι καὶ Πριηνεῖς παρ’ αὑτοῖς ἐψηφι[σμ][ν]ο̣ι̣ εἰσίν· καὶ τὸ [ψή]-
50 φισμα τόδε ἀναγράψαι ε̣ἰς σ̣τήλην λ̣[ιθί]νην κ̣α̣ὶ στῆσαι εἰς [τὸ]
ἱερόν, οὗ̣ ἂν τῶι δήμωι τῶι ἀποστείλαντ̣ι [τ]ο̣ὺ̣[ς] δικαστὰς ἐπ[ι]-
τήδειον εἶναι φαίνηται· τ̣ε̣τάχθ[αι δ]ὲ ἑκ̣[άστηι] πόλει εἴς τε
τὴν στήλην καὶ τὴν ἀναγρα̣φὴν Ἀλ[εξανδρείας] δραχμὰς
τριάκοντα· ὑπηρετῆσαι δὲ καὶ εἰς ταῦτ[α καὶ εἰς τὸν] στέφανο[ν]
55 τὸν ἑκάστωι τῶν δι[κα]στηρίων ἐψη[φισμένον τὸ]ν νεωπ̣[οί]-
η̣ν Θεογείτονα καὶ δοῦναι τα̣ῦ̣[τα] κ̣[αὶ τοῖς αἱρεθεῖ]σι π̣ρεσ̣-
[β]ε̣υταῖς ὅπ[ω]ς τὴν ἐπιμέλε[ια]ν̣ ποιήσω[ν]τα[ι. ἡιρέθη]σ[α]ν
[πρ]ε̣σ̣βευταὶ εἰς Φώκαιαν Πα[υ]σα[νί]α̣ς, ε[ἰς Ν][συρον κα]ὶ̣ ε̣[ἰς]
[Ἀστ]υ̣πάλαιαν δὲ [Π]οσειδώνι[ος].
Search Help
Contact Us