Honorific decree for Menares.  Stele, broken at the top and the bottom.
[ ] Ionia — Priene — Sanct. of Athena — 3rd c. BC — IvPriene (1906) 26
See also:
1 [μηνὸς Βοηδρ]ο[μ]ιῶ[νος — — — —]
[․․․․․ Καλ]λικράτους εἶπεν· ἐπ[ειδὴ]
[Με]νάρης Γέλωνος πολίτης ὢ[ν ἔν]
τ̣ε ταῖς ἄλλαις χρείαις πᾶσ[αν προ]-
5 θυμίαν ἐνδείκνυται καὶ̣ [ἐν τῶι πο]-
λέμωι τῶι γενομένωι ἡμ[ῖν πρὸς Μι]-
λησίους ἀνὴρ καλὸς κα[ὶ ἀγαθὸς ἐγε]-
νήθη, δεδόχθαι τῆι βουλ̣[ῆι καὶ τῶι]
δήμωι· ἐπηινῆσθαί τ[ε] α̣ὐτὸ[ν καὶ στε]-
10 φανῶσαι στεφάνωι χ̣ρυσέω[ι καὶ εἶ]-
ναι αὐτῶι ἀτέλειαν τοῦ σῶματος
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ
σίτησιν ἐμ πρυτανείωι· ταῦτα δὲ
ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγόνοις·
15 ὅπως ἂν εἰδῶσι καὶ οἱ λοιποὶ πολῖτα[ι]
διότι ὁ δῆμος ὁ Πριηνέων δύνατ[αι]
τιμᾶν τοὺς καλοὺς κα[ὶ ἀγαθοὺς]
περὶ τὴμ πα̣τ̣[ρίδα γενομένους],
[ἀναγράψαι τόδε τὸ ψήφισμα]
Search Help
Contact Us