Honorific decree for Sotas.  Stele; a helmet and a shield depicted above the inscription.
[ ] Ionia — Priene — Sanct. of Athena — aft. 278/7 BC — OGIS 2 (1905) 765 — IvPriene (1906) 17 + p. 308
See also:
1 [ἐπὶ] σ[τεφ]ανηφόρου Ποσ[ε]ιδ[ων][ο]υ, μη[ν][ς Ἀρτεμ]ισιῶνος, [ἔδο]-
[ξεν τῆι βου]λ[ῆι καὶ] τῶι δήμω[ι· ἐπειδὴ Σωτᾶς ἔν τ]ε τοῖς πρό[τερον]
[χρόνοις] τοὺς [․․․]ΣΩΙΣ[․․․․․․]ΘΟΥ[․]Λ[․․․․․․․․․․․․․․․․․․․․]
[παρέσχετο] αὑτὸν εἰς [τὰ συμφέροντ]α [τῶ]ι δήμωι, καὶ ν[ῦν, ὅτε]
5 [πρῶτον οἱ Γ]αλάται παρεγ̣[ένοντο εἰς] τ[ὴγ] χώραγ καὶ πο[λλοὶ]
[τῶν στασιασάν]των ἐν τῆι χώραι κατὰ [τῶμ] πολιτῶν ἀν[τι․․․․]
[․․․․․․․․․] παρανόμως προσπεσέσ[θ]αι βουλόμενοι [․․․․․․․]
[․․․․․․․․]κομένους ὠμότητος μηθένα ἀντιτάσσεσθ[αι ․․․]
[․․․․․․] οὐ μόνον δὲ ἐν τῆι χώραι εἰς τοὺς [ἁλ]όντας παρε[ν][μουν],
10 [ἀλλὰ ․․․ κ]αὶ τὸ θεῖον ἠσέβουγ, κείρο[ν]τες τ[ὰ] τεμένη καὶ [τοὺς θη]-
[σαυροὺς?] καὶ τοὺς ναοὺς καθα[․]αν[․․․․․․․․․․․․]οῦντες, [μηθὲν]
[ἐλλείπον]τες τῆς εἰς τὸ θ[εῖ]ον ἀναιδ[εί]ας· ὑπάγοντες [δὲ ․․․․]
[πάντα] τὰ ἐπαύλια ἐνεπύρωσ[αν ․․․․, ὅθεν συ]νέβ[η] πολ[λοὺς]
[τῶν Ἑλ]λήνων τῶν τὴν Ἀσίαν κατοικούντων φθαρῆναι [— — —]
15 ν[— —]ος πρὸς τοὺς βαρβάρους ἀνταγωνίζεσθαι· ὁ δὲ δῆμος
[ὁ Πριηνέ]ων αὐτός τε ἀντετά[ξ]ατο πρὸς τοὺς βαρβάρους ἀ̣[μυν][με]-
[νος τοὺς] καὶ εἰς τὸ θεῖον ἀσ[ε]βοῦντας καὶ εἰς τοὺς Ἕλληνας πα[ρα]-
νομοῦ[ντ]ας, ἐκπέμψας μισθοφόρους τῶν πολιτῶν πεζοὺς καὶ [ἄλ]-
[λους ἱππ]οτρόφους, καὶ ἐλα[ύν]ων? παντὶ σθένει· Σωτᾶς δὲ συνα[γα]-
20 γὼν τῶ[μ] πολιτῶν τοὺς [κρατίστ]ο[υ]ς καὶ τῶν ἀπὸ τῆς χώρας τοὺ[ς]
[ἐπι]θυ[μήσ]αντας αὐτοῖς συγκ[ιν]δυ[ν]ε[ύ]ε[ι]ν π[ρ]ὸς τοὺς βαρβάρους
καὶ σώ[ιζ]ειν προελόμενος τοὺ[ς] π[ολίτ]ας τοὺς ἐν τῆι χώραι αὐ-
τοὺ[ς] καὶ τ[έ]κνα καὶ γυναῖκας κα[ὶ τὰ ἐν] τῆι χώραι, ὅπως ἀνασ[ώι]-
{σωι}[σηι {²⁶ἀνασώισηι}²⁶ αὐτ]οὺς εἰς τὴμ πόλιγ, καταλ[αβὼν τ]οὺς [ἐ]ν τῆι χώραι [ἐπιτη]-
25 [δειοτάτ]ους τῶν τόπων, ὡς συν[․․․․․․․․․․․․․․]․οις Κ․․Σ[․․․․․]
[․․]μ[․․․․․]ησε μετὰ τῶν συγκινδυνε[υόντ]ων, καὶ πολ[λοὺ]ς τῶν πο[λι]-
[τῶν ἐλύσα]το, ἀγομένου[ς] ὑποχειρίου[ς ὑπὸ] τ[ῶγ Γαλ]α[τ]ῶν, τινας [δὲ]
[․․]․ελείας γενομενο[․․․․] κα[ὶ] ἑλομ[ενο․]ΙΟ[․]ΡΑΣ?[․․․]ς ἔσῳσεν,
[τολμήσα]ς τὴν ἐκείνων ὠμότητα Σ[․]Λ[․]Λ[ῆ]σαι, ἑλόμενος Τ․․․[— —]
30 [․]ΛΙ[․․]Ο[․] τοῖς πολίταις, συνέχων τοὺ[ς μετ]ὰ αὐτοῦ κινδυνεύον-
τα[ς ὑπὲρ τ]ῆς κοινῆς σωτηρίας τοῦ [δήμου], διέμεινεν ἐν τῆι χώραι
[ἀντιτασ]σόμενος πρὸς τοὺς βαρβ[ά]ρους, καὶ? οὐθενὸς κοινοῦ ἀναλισ̣-
[․․․․]ωμ μεθ’ αὑτοῦ πολλοὺς τῶμ πολιτῶν, καθούλου δὲ ΕΝ?[․․․․]
[π]ρὸς τοὺς βαρβάρους καὶ βοιηθῶν τῆι χώραι· διετέλεσεν δὲ καὶ Σ?[․․]ήσας?
35 [τὴμ πό]λι[γ] κατὰ μηθὲμ φαῦλομ παθεῖγ καὶ πολλοὺς τῶμ πολιτῶ[μ πε]-
[ριεῖναι] καὶ σωθῆναι αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας καὶ τὴγ χώρα[ν]
κ[αὶ τὰ κτή]ματα εἰς τὴ[μ] π[ό]λιγ καταχθῆναι· ὧγ γενομένων ὁ δῆ-
μος εὐθαρσῶς ἐπετέθη πρὸς τὸν τῶγ Γαλατῶμ πόλεμον· τύχηι ἀγ[α]-
θῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπηνῆισθαι Σωτᾶν Λύκου [τῆς]
40 [ἀρετ][ς] ἕνεκα καὶ ἀνδραγαθίας ἧς ἐποήσατο ὑπὲρ τοῦ δήμου ε[ὖ ἀ]-
γω[νι]σ[άμενο]ς πρὸς τοὺς Γαλάτας καὶ στεφανῶσαι αὐτὸν στεφάνω[ι]
θαλλοῦ [ἐν] τῶι θεάτρωι τραγωιδῶν τῶι ἀγῶνι τοῖς πρώτοις Διο[νυσί]-
οις· [τῆς δ’ ἀναγγελίας] ἐπι[μελ]η[θή]τω ὁ ἀγωνοθέτης· ὅπως οὖν [ἡ τοῦ]
[ἡμετέρου δ]ήμου προ[α]ίρεσις ἣν ἔχει ὑπὲρ τῶ[ν καλῶν κἀγαθῶν ἀν]-
45 [δρῶν, βουλομένων] προθύμως καὶ ἀόκνως βοιηθῆσαι [τῆι] π̣α̣τ̣[ρίδ]ι? [․․․․․]
[․․ πᾶσι φανερὰ] γένηται καὶ ὁ στέφανος ὁ δοθεὶς Σωτᾶι φανερὸς ἦι,
[τ][δὲ ψήφισμα τ][δ]ε ἀναγράψαι εἰς στήλην λιθίνηγ καὶ στῆσαι εἰς τὸ ἱ[ε]-
ρὸν [τῆ]ς [Ἀ]θην[ᾶς]· vac. τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν [ἀ]-
[ν]αγ[ραφὴν τοῦδε τ]οῦ ψηφίσματος ὑπηρετησάτω ἐκ τῶν ἱερῶγ χρη-
50 μάτων ὁ νεωποίης Παμ̣μένης.
Search Help
Contact Us