Honorific decree for the phrourarchos Bias.  Fragment of a stele, preserved on the right; now missing.
[ ] Ionia — Priene — Sanct. of Athena — 3rd c. BC — IvPriene (1906) 23 + p. 308
See also:
1 [— — — — — — — — — τῆς τε φυλακῆς] ἐποιήσατο τὴν ἐνδεχ̣[ομ]έ̣-
[νην πρόνοιαν, σπουδῆς καὶ φιλοτιμίας ο]ὐθὲν ἐνλείπων, τῶν τε φρου-
[ρῶν προενόησεν ἔν τε τοῖς ἄλλοις καὶ ἐπ]εστάτησεν ἴσην ἔχων αὐτῶν
[— — — — — — — — — — διὰ πάντα] τὸγ χρόνον ἐν ὧι τὴν ἀρχὴν αὐ-
5 [τῶν εἶχε — — — — — διαμένων διετέ]λεσεν ἐν τῶι φρουρίωι, διοικῶν
[πάντα καθαρῶς καὶ δικαίως καθάπε]ρ οἱ νόμοι συντάσσουσιν, περὶ
[πλείστου ποιούμενος τό τε διαφ]υλάξαι τὸ φρούριον καὶ πρὸς τε-
[— — — — — — — — — — τῶν ἄ]λ̣λων πολιτῶν ἐν τούτοις καθ[․]-
[— — — — — — — — — — — ἀνέγ]κλητος γενέσθαι· ὧν ἕνεκεν δε-
10 [δόχθαι τῆι βουλῆι καὶ τῶι δήμ]ωι· ἐπηινῆσθαι Βίαντα καὶ στεφ[α]-
[νῶσαι αὐτὸν στεφάνωι χρυ]σέωι τῶι ἐκ τοῦ νόμου ἀρετῆς
[ἕνεκεν καὶ εὐνοίας καὶ σπουδῆς ἧς ἐπο]ιήσατο περί τε τὴν τῆς ἄ-
[κρας φυλακὴν καὶ τὴν ὑπὲρ τῶν φρουρῶν] ἐπιμέλειαν, καὶ ἀναγγεῖ-
[λαι τὸν στέφανον ἐν τῶι θεάτρωι Διο]ν̣υσίων τραγωιδῶν τῶι ἀ̣-
15 [γῶνι· τῆς δὲ ἀναγγελίας τὴν ἐπιμέλειαν ποι]ήσασθαι τὸν ἀγωνοθ[έ]-
[την — — — — — — — — — — — — τὰς τιμὰς τ]ὰ̣ς ὑπὸ τοῦ δήμου
[δεδομένας — — — — — — — — — — — — — — —]τος· ἀναγράψα[ι]
[δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι] ἐν τῶι ἱερῶ[ι]
[τῆς Ἀθηνᾶς — — — — — — — — — — — — — — — —]ας ἐπι[με]-
20 [ληθῆναι — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us