Honorific decree for Megabyxos.  Stele, broken into three fragments.
[ ] Ionia — Priene — Sanct. of Athena — 334-323 BC — IvPriene (1906) 3 + p. 308 — Syll.³ 282 II
See also:
1 [ἔ]δοξε τῆι βουλῆι καὶ τῶ̣ι δήμ[ωι]·
[ἐπ]ὶ στεφανηφόρου Φορμίωνος, μηνὸς Μετ[αγει]-
[τν]ι[ῶ]νος τετράδι ἱσταμένου, τιμαιρεσίαις, [ἐν κυρίωι]
[σ]υλλόγωι, Πριηνέων αὐτονόμων ἐόντων· Μεγ̣[άβυξον]
5 [Μ]εγαβύξου πε[ρί] τε τὰ ἄλλα πρόθ̣υμον ἐόν[τα καὶ]
εὔνουν τῶι δήμωι καὶ περὶ τοῦ ναοῦ τῆς [Ἀθηνᾶς]
τὴν συντέλεσιν πᾶσαν προθυμίαν π[αρασχόμε]-
ν̣ον ἐστεφανῶσθ̣αι ὑπὸ τοῦ δήμου χρυ[σ]ῶι στε[φάνωι]
καὶ εἰκόνι χαλκῆι ὡς καλλίστηι· καὶ εἶναι αὐ[τ]ὸν πρόξ̣[ενον]
10 καὶ εὐεργέ̣την τοῦ δήμ̣ου· δεδόσθ̣αι δὲ α̣ὐτῶι ἀτ[έλειαν]
μὲν καὶ τὰ ἄλλα καθότι καὶ τοῖς ἄλλοις π̣ροξένοι[ς καὶ]
εὐεργέταις, γῆς δὲ ἔγκτησιν ἄχρι τα̣λ̣άντων π̣[έντε],
ἀπεχούσης τῶν ὅρων τῶμ πρὸς τ[ὴ]ν Ἐφεσίη[ν μὴ ἐ]-
λάσσονι σταδίων δέκα̣· τῶν δὲ κ[τ]ημάτων ὧν [οἱ Πε]-
15 διεῖς κέκτηνται μὴ εἶνα̣ι α̣ὐτῶι κτ̣[ή]σασθαι· εἶν[αι δὲ]
[α]ὐτῶι καὶ ἐμ πρυτανείωι σίτησ[ιν]· τὸν δὲ ἀνδ[ριάν]-
[τ]α̣ ἐγδοῦναι μετὰ Μεγαβύξου̣ τοὺς νομοφύ[λακας]
[το]ὺς νομοφυλακοῦντας μῆ[ν]α Βοηδρομιῶ[να καὶ]
[Πυ]ανοψιῶνα ἐπὶ στεφανηφόρο[υ] Διοφάνευς· σ[τῆσαι]
20 δὲ τὸν ἀνδριάντα ἐν τῶι ἱερῶι [τῆ]ς Ἀθηνᾶς πρὸ [τοῦ με]-
τωπίου τοῦ ναοῦ καὶ στήλην π̣[αρα]στῆσαι τοὺ[ς νομο]-
φύλακας ἀναγράψαντας τόδ[ε τὸ ψ]ήφισμα· τὸ δ[ὲ ἀνά]-
λωμα εἰς τὸν ἀνδριάντα καὶ τ[ὴν] σ̣τήλην ὑπηρ[ετῆσαι]
τοὺς νεωποίας Ἄδμητον καὶ [Ἡρ]ᾶδα· τὰς δὲ δω[ρεὰς]
25 τὰς δεδομένας αὐτῶι ἀνα[γγ]εῖλαι τὸγ κήρυ[κα τοῖς]
Διονυσίοις, ὅπως εἰδῶσι πά[ντ]ε̣ς ὅτι δύναται ὁ [δῆμος]
Πριηνέων ἀπο[δ]ιδόναι χάρι[τας] τοῖς εὖ ποιοῦσιν [αὑτόν]·
ἀ̣τελὴς δὲ ἔστω καὶ τοῦ [δι]α̣γωγίου καὶ ἐμφ[ορβίου].
Search Help
Contact Us