Honorific decree for Antigonos Monophthalmos.  Stele, broken at the top.
[ ] Ionia — Priene — Sanct. of Athena — 334/3 BC — IvPriene (1906) 2 — Syll.³ 278 — M.N. Tod, GHI II (1948) 201
See also:
1 [ἔδοξεν] τ̣ῆ̣ι̣ β[ουλῆι καὶ τῶι δήμωι, μηνὸς]
[Μετ]α̣γειτνιῶνος δευ[τ]έρη̣[ι][σ]τ̣αμέν̣ο̣[υ],
[κυρίο]υ συλλόγου γενομένου, αὐτον̣όμων̣
[ἐόν]τ̣ων Πριηνέων· ἐπὶ πρυτάνιος Ἱπποκ̣[ρά]-
5 [τευ]ς· Ἀντιγόνωι Φιλίππου Μακεδόνι
[εὐ]εργέτηι γενομένωι καὶ προθύμωι ἐόντ[ι]
[εἰ]ς τὴμ πόλιν τὴμ Πριηνέων· δεδόσθαι
αὐτῶι προξενίην καὶ πολιτείαν καὶ
[ἔ]γ̣κτησιν γῆς καὶ οἰκίης, καὶ ἀτέλειαν πάντων
10 ὅσα εἰς τὸν οἶκον τὸν ἑαυτοῦ πλὴγ γῆς,
καὶ εἰσαγωγὴν καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι̣
καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ ἔφο-
δον ἐπὶ τὰς ἀρχὰς καὶ τὸν δῆμον τὸμ Πρι]-
νέων πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι
15 καὶ αὐτῶι καὶ ἐκγόνοις.       vacat
Search Help
Contact Us