Sacred law pertaining to the sale of the priesthood of Dionysos, and regulations pertaining to the Dionysiac thiasoi. Two exemplars: (1), two adjoining anta blocks of white marble and (2), a column fragment of white marble (underlined in text).
[ ]
Ionia — Miletos — 276/5 BC — AbhBerlin (1908) Anh., Abh. I 22-23 — F. Sokolowski, LSAM (1955) 48
See also:
| 1 | [— — —]Ν․ ὅταν δὲ ἡ ἱέρεια ἐπι[τελέσ]ηι τὰ ἱερὰ ὑπὲρ τῆς πόλ[εω]ς |
| [πάσης] μὴ ἐξεῖναι ὠμοφάγιον ἐμβαλεῖν μηθενὶ πρότερον | |
| [ἢ ἡ ἱέ]ρεια ὑπὲρ τῆς πόλεως ἐμβάληι, μὴ ἐξεῖναι δὲ μηδὲ | |
| [συν]α̣γαγεῖν τὸν θίασον μηθενὶ πρότερον τοῦ δημοσίου· | |
| 5 | [ἐὰ]ν δέ τις ἀνὴρ ἢ γυνὴ βούληται θύειν τῶι Διονύσωι, |
| [πρ]οϊεράσθω ὁπότερον ἂν βούληται ὁ θύων καὶ λαμβανέτω | |
| τὰ γέρη ὁ προϊερώμενος· τὴν δὲ τιμὴν καταβάλλειν ἐν ἔτεσιν | |
| [δέ]κα, δέκατομ μέρος ἔτους ἐκάστου, τὴμ μὲν πρώτην κατα- | |
| [βολὴν] ἐμ μηνὶ Ἀπατουριῶνι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ | |
| 10 | [Πο]σείδιππον τῆι τετράδι ἱσταμένου, τὰς δὲ λοιπὰς ἐν τοῖς |
| [ἐχο]μ̣ένοις ἔτεσιν μηνὸς Ἀρτεμισιῶνος τετράδι ἱσταμένου | |
| [— — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— —] δὲ τὴν ἱέρειαν γυναῖκας διδόναι ΔΙ̣Ι̣ΙΝΛ[— — — —] | |
| [— — — τ]ὰ̣ δὲ τέλεστρα {καὶ τελεστ} παρέ̣χ[ειν ταῖς] | |
| 15 | [γυναιξὶν] ἐν τοῖς ὀργί[οις πᾶ]σιν· ἐὰν δέ τις θύειν βούλ̣[ηται] |
| [τῶ]ι Διονύ[σω]ι γυνή, διδότω γέρη τῆι ἱερείαι σπλάγχνα, νεφ[ρόν], | |
| σκολιόν, ἱερὰμ μοῖραν, γλῶσσαν, σκέλος εἰς κοτυληδόνα [ἐκ]- | |
| [τ]ετμημένον· καὶ ἐάν τις γυνὴ βούληται τελεῖν τῶι Διονύσωι | |
| τῶι Βακχίωι ἐν τῆι πόλει ἢ ἐν τῆι χώραι ἢ ἐν ταῖς νήσοις, [ἀπο]- | |
| 20 | διδότω τῆι ἱερείαι στατῆρα κατ’ ἐκάστην τριετηρίδα. |
| τοῖς δὲ Καταγωγίοις κατάγειν τὸν Διόνυσον τοὺς ἱερεῖ[ς] | |
| καὶ τὰς ἱερείας τοῦ [Διονύ]σου τοῦ Βακχίου μετὰ τοῦ [ἱερέως] | |
| [κ]αὶ τῆς ἱερείας πρ[ωῒ τ]ῆ[ς] ἡμέρας μέχρι τῶ̣[ν — — — — —] | |
| [․․․․․․․ τ]ῆς πόλεως [— — — — — — — — — —α συντελῶσι] | |
| 25 | [— — — — —] {²vestigia litt.}² [— — — — — — — —] |