Honorific inscription for Satorneila (Saturnina), a priestess of Athena Polias, with oracular text in hexameters.  Fragmentary column of gray marble, broken at the top.
[ ] Ionia — Miletos — early 3rd c. AD? — Chiron 1 (1971) 291-298 — GRBS 14 (1973) 65-73 — SGO 1 (1998) 01/20/03
See also:
[— — — — — — — — — — τὴν ἀξιολο]-
γωτάτ̣η̣ν̣ [ἀρχιέρεια]ν̣ τ̣ῶν Σεβασῶν],
συνγενίδα συ̣[νκλη]τικῶν καὶ ἀ[σιαρ]-
χῶν Ἀσίας καὶ ἀ[ρχιερ]ειῶν καὶ ἱέρε[ιαν]
διὰ βίου τῆς πρ[ὸ πόλε]ως Πολιάδο[ς Ἀ]-
5 θηνᾶς αἱρεθ[εῖσαν] ὑπὸ τοῦ ἀψε̣[υδε]-
στάτου θεοῦ Διδ̣[υμέω]ς Ἀπόλλωνος ἐπ̣[ὶ]
σωφροσύνῃ καὶ [σεμν]ότητι ὑπὸ τῶν θ[εί]-
ων αὐτοῦ λογίων καὶ ἐνκωμιασθεῖσαν ο[ὕ]-
τως· vac. ὀψὲ μέν, ὦ ναέται, ζακόρου πέρι Κρατο-
10 γενείης / ὀμφῆς μαντιπόλοιο θεοκλυτέ-
οντες ἵκεσθε, / ἣ κορυφὴν <ῥ>ήξασα {π} ἐρισώφρο-
νος [οὗ] γενετῆρος / εἰνόπλιον σκι<ρ>τ[ῶσ]α παρ’ ἀθα-
νάτοισι χόρευσεν, / ἔνθεν παντοί[ας ἐφ]έπειν λά-
χεν ἀκροπόληας, ἐσθλὴ {ν} μὲν πο[λίεσ]σι βοηθό-
15 ος, ἐν δὲ τέχναισιν / εὐπάλαμος κλ̣[ειτο]ῖσιν ἐπι-
στάτις ἐργοπόνοισιν· αὐτοφαν[οῦς κού]ρης γὰρ
ἐχρῆν ἱερηΐδα τειμὴν / θηλυτέρην δέξασθαι
ἀφ’ αἵματος εὐγενετήρων, / ἀλλ’ ἐπὶ αἶσαν ἑλεῖν
γεράων φθάσεν Ἀφρογενείης. / Δη̣[ρι]ᾷ δὲ Κύπρις
20 ποτὶ παρθένον Ἀτρυτώνην· / <ἡ> μὲν γὰρ θαλά-
μοιο καὶ {οὐκ} ἔστ’ ἀμύητος ἔρωτος, / ἡ δὲ γά-
μοισι τέθηλε καὶ εὐκελάδοις ὑμεναίοις. /
τοίγαρ πειθόμενοι Μοίραις καὶ Παλλάδι
σεμνὴν / Σατορνεῖλαν θέσθε ἱερηφόρον ἀ-
25 ρήτειραν. / Μᾶρκοι Αὐρήλιοι Ἑρμείας καὶ
Μιννίων οἱ Ἑρμείου τὴν γλυκυτάτην μη-
τέρα.
   vacat                    εὐτυχῶς. ❦
Search Help
Contact Us