Honorific inscription for the emperor Septimius Severus. Base of white marble; two fragments now remain.
1 | [τῆς] π̣ρ̣ώτης τῆς Ἰωνί- |
α̣[ς ᾠ]κισμένης καὶ μητρο- | |
πόλεως πολλῶν καὶ μεγάλω[ν] | |
πόλεων ἔν τε τῷ Πόντῳ καὶ τ[ῇ] | |
5 | Αἰγύπτῳ καὶ πολλαχοῦ τῆς οἰ- |
κουμένης Μιλησίων πόλε- | |
ως ἡ βουλὴ καὶ ὁ δῆμος Αὐ- | |
τοκράτορα Καίσαρα Μάρκου Ἀν- | |
τωνείνου Εὐσεβοῦς Γερμα- | |
10 | νικοῦ Σαρματικοῦ υἱόν, θεοῦ |
Ἀντωνείνου Εὐσεβοῦς ὑω- | |
νόν, θεοῦ Ἁδριανοῦ ἔγγονον, | |
θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ | |
θεοῦ Νέρουα ἀπόγονον, Λού- | |
15 | κιον Σεπτίμιον Σεουῆρον |
Περτίνακα Εὐσεβῆ Σεβα- | |
στὸν Ἀραβικὸν Ἀδιαβηνικόν, | |
πατέρα πατρίδος, ἀρχιερέ- | |
α μέγιστον, δημαρχικῆς | |
20 | ἐξουσίας τὸ γʹ, ∙ αὐτοκράτορα τ[ὸ] |
ζʹ, ὕπατον τὸ βʹ, ἀνθύπατον, ∙ ἐ- | |
πιμεληθέντος τοῦ ἀρχι- | |
πρυτάνιδος Κτησίου τοῦ Κτ[η]- | |
σίου καὶ τῶν συναρχόντων | |
25 | αὐτοῦ Ἑστιαίου τοῦ Ἐπιγόνου |
τ(ὸ) ∙ βʹ, ∙ Βυβλιανοῦ τοῦ Νικάνορος, | |
Ἀγαθόποδος τοῦ Στρατονεί- | |
κου, Ἀφροδεισίου τοῦ Ποσι- | |
δωνίου, Ἑρμοῦ τοῦ Διονυ- | |
30 | σίου. ❦ |