Funerary epigram for Demetria, daughter of Antipatros and Philistias.  Block of gray marble.
[ ] Ionia — Miletos — Yeniköy — 2nd c. BC — Hermes 86 (1958) 118, 2 — SEG 17.502
See also:
1 [— — — c.17 — — —]#⁷ΕΔ̣[— c.8 —]#⁷Ε̣ΠΙ[— 3-4 —]
  ἑβδομάδας γενέταις δάκρυα χευαμέναν?
Ἀντιπάτρωι καὶ μητρὶ Φιλιστιάδι· στυγερὸν δὲ
  ἔκλαγον, ὡς ἄφνωι πνεῦμ’ ἔλιπες βιότου·
5   σὸς δὲ πόσις ποθέων, Δημήτρια, οὔποτε πλήσθη
  θρήνων οἰκτρὸν ἰδὼν λέκτρον ὑπὸ χλανίδι.
                     vacat
7 οὐχ ἡδύν μοι θρῆνον ἐγείρετε, λήξατε δ’ ἤδη·
οὐ γάρ μ’ ἀθανάτην τίκτε Διὸς θυγάτηρ
ἀφρογενὴς Κυθέρεια, βροτοὶ δὲ — τλῆτε, ἄπειροι —
10 οὐκ ἄτερ ἐγ Μοιρῶν νήματος ἀϊδίου.
ὥστ’ ἐπ’ ἐμοί, μῆτερ σὺ Φιλιστιάς, αἶρε τὸ πένθος,
ἄντομ’ ἐγὼ πατρός τ’ Ἀντιπάτρου λίτομαι·
λ̣είπω γὰρ τέκνον Διονυσίου, ὅς μ’ ἔτι παῖδα
νυμφεύσας ὥραν οὐκ ἀπέλαυσεν ἐμάν·
15 ἐς πόντον πλεύσας δ’ οὐχ εἶδέ με τοὔνπαλιν ἐλθῴ[ν],
ἀλλ’ ἔτλη βρυχίαν Νηρέος ἄφνωι ἅλα.
τοῦτον δ’ ἀντίψυχον ἔχοντες σῶμα τὸ τερπνὸν
[ὔμμιν ὑ]π̣ὲ̣ρ̣ γό[ν]ατος̣ [θ]έ̣σθε Φιλοκράτε[ος].
Search Help
Contact Us