Epitaph and funerary epigram for Antenor, son of Euandrides, and relatives.  Block of gray marble.
[ ] Ionia — Miletos — ca. 200 BC? — RA 28 (1874.2) 113-114 — W. Peek, GVI I (1955) 2018
1 Ἀντήνωρ Εὐανδρίδου,
Ἀντιφάνης Μοσχίωνος,
Χίονις Χιόνιδος.
τὸν Ἑστιαίου τῆς τραγωι%⁸⁰δίας γραφῆ
5 Εὐανδρίδαν κέκρυφ’ ὁ τυμβίτας πέτρος,
ζήσαντα πρὸς πάντ’ εὐσεβῶς ἀνὰ πτόλιν
ἐτῶν ἀριθμὸν ὀγδοήκοντ’ ἀρτίων.
οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται
τύμβος ὅδ’ ἐκ προγόνων, ταῖς δ’ ἀπὸ τᾶς σοφίας
10 ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μάλα τοῦ τε Πλάτωνος,
κοὐκ Ἐπικουρήοις ἡδονικαῖς ἀθέοις,
Ἑστιαῖον τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδ[ρου]
ἐσθλοτάταν βιοτᾶς ἐξανύσαντος ὁδόν.
κούφη γαῖα χυθεῖσ’ ὁσίως κρύπτοις σὺ τὸν ἄν[δρα]
15 βαίνοντ’ εὐσε[βέ]ων τοὺς ἱεροὺς θαλάμου[ς].
Search Help