[ ]
Att. — stoich. 60-65 — post 236/5 — IG II² 1299 Add. (pt. 1.2 p. 672)
See also:
| 1 | — — — — — — — — — —ε— — — — — —ο̣— — — — — — — — — — — — |
| [— ἀνέγκλητον ἑαυτὸν παρ]ασκε[υ]ά[ζων] κ[α]ὶ ἀδ[ωροδόκητον — — — — — — —] | |
| [— — — — — ἀνθ’ ὧν ὁ δῆμο]ς ἐστεφάνωσεν χ[ρυσῶι στεφάνωι — — — — — —] | |
| — — — — — — — — — — διατελεῖ ἀκόλουθα [πράττων — — — — — — —] | |
| 5 | — — — — — — — — — — — τῶν φρουρίων ὅπως — — — — — — — — — |
| [— — — — — — — ἐπαι]νῶνται καὶ στεφανῶν[ται — — — — — — — — — —] | |
| [— — — — — — — φ]ρούρια 〚ι〛, παρεσκευάσα̣το δὲ [ὅπως — — — — — — — —] | |
| [— — — — — — ἐ]ξ ἑτοίμου κατὰ μῆνα μηθενὸς ἐ[λα]ττῶνται τῶν λο — — — — | |
| [— — — —· ἔθυσεν] δὲ καὶ τοῖς Ἁλώιοις τῆι τε Δήμητρι καὶ τῆι Κόρει καὶ τοῖς [ἄλ]- | |
| 10 | [λοις θεοῖς οἷ]ς πάτριον ἦν ὑπέρ τε τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ βασιλέως [Δη]- |
| [μητρίου κ]αὶ τῆς βασιλίσσης [Φθίας] καὶ τῶ̣ν ἐγγόνων αὐτῶν· v παρεκάλεσεν δὲ | |
| [καὶ τοὺ]ς πολίτας ἅπα[ντας] ἐπὶ τὴν θυσίαν, οἰόμενος δεῖν τῶν ἀγαθῶν τῶν γεγ[ο]- | |
| [νό]των ἐν τοῖς ἱεροῖς [μ]ετασχεῖν, ἀναλώσας ἐκ τῶν ἰδίων, ἀποδεικνύμενος κα[ὶ ἐ]- | |
| ν τούτοις τὴν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς τοὺς ἑαυτοῦ πολίτας· v ἐπαγγ[έλ]- | |
| 15 | λεται δὲ καὶ εἰς τὰ λοιπά, εἰς ἃ ἂν αὐτὸν ὁ δῆμος καθιστεῖ ἢ οἱ τεταγμένοι τ[ῶν] |
| πολιτῶν ἐν τοῖς φρουρίοις παρακαλῶσιν, ἄξιον ἑαυτὸν παρέξειν τῆς τε το[ῦ δή]- | |
| μου χειροτονίας καὶ τῶν ἐν τοῖς πρότερον χρόνοις πεπραγμένων· v ἵνα οὖ[ν φαί]- | |
| νωνται καὶ οἱ τεταγμένοι τῶν πολιτῶν ἐν τοῖς φρουρίοις χάριτας ἀξίας [ἀπο]- | |
| [δι]δόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις καὶ τὸν δῆμον τὸν Ἀθηναίω[ν], | |
| 20 | [ἀγ]αθεῖ τύχει δεδόχθαι τοῖς τεταγμένοις τῶν πολιτῶν Ἐλευσῖνι καὶ ἐμ [Πανά]- |
| [κτω]ι καὶ ἐπὶ Φυλεῖ καὶ τοῖς στρατιώταις τοῖς παρὰ τεῖ πόλει στρατευομ[ένοις] | |
| [καὶ] τεταγμένοις Ἐλευσῖνι, τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φησιν γεγονέναι ἐν το[ῖς ἱε]- | |
| [ροῖ]ς οἷς ἔθυεν τῆι τε Δήμητρι καὶ τεῖ Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριο[ν] | |
| [ἦν], ἐπαινέσαι δὲ τὸν στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα καὶ σ[τε]- | |
| 25 | [φα]νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον. v ὅπως ἂν δὲ εἰδῶσιν ἅπαντες [ὅτι] |
| [το]ῖς φιλοτιμουμένοις εἰς τοὺς τεταγμένους τῶν πολιτῶν ἐν τοῖς φρουρίοι[ς κα]- | |
| [ὶ] χάριτας ἀξίας ἀποδιδόασιν τῶν εὐεργεσιῶν, v ποιήσασθαι αὐτοῦ εἰκόνα χ[αλ]- | |
| [κῆ]ν καὶ στῆσαι ἐν Ἐλευσῖνι ἐν τῆι αὐλεῖ τοῦ ἱεροῦ· v ἀνειπεῖν δὲ τὸν στέφαν[ον] | |
| [κα]ὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος Ἁλώιων τε τῶι πατρίωι ἀγῶνι καὶ ἐμ Πανάκτω[ι Ἀπα]- | |
| 30 | [το]υρίων τῆι θυσίαι καὶ ἐπὶ Φυλεῖ ὅταν γίνηται ἡ θυσία τῆι Ἀρτέμιδι τῆι [Ἀγροτέ]- |
| [ρα]ι καὶ Διονυσίων τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι ὅταν πρῶτο[ν ὁ δῆμος] | |
| [συ]ντελεῖ τὰ Διονύσια, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν τήνδε· v οἱ τεταγ[μένοι Ἀθη]- | |
| [να]ίων ὑπὸ τοῦ δήμου ἐν Ἐλευσῖνι καὶ ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ στεφανο[ῦσι τὸν] | |
| στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα χρυσῶι στεφάνωι κα[τὰ τὸν νόμ]- | |
| 35 | [ο]ν καὶ εἰκόνι χαλκεῖ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς [τε τὸν δῆμ]- |
| [ον] τὸν Ἀθηναίων καὶ τὸν βασιλέα Δημήτριον καὶ τοὺς ἐγγόνους αὐτοῦ [καὶ δικαιο]- | |
| [σύ]νης τῆς εἰς ἑαυτούς· ἵνα δὲ καὶ συντελεσθεῖ τὰ δεδογμένα τὴν ταχίσ[την, ἑλέσ]- | |
| [θ]αι πέντε μὲν ἄνδρας τοὺς Ἐλευσῖνι τεταγμένους, πέντε τοὺς ἐμ Πανά[κτωι, ἕνα δὲ] | |
| [τ]ῶν ἐπὶ Φυλεῖ· v τοὺς δὲ αἱρεθέντας ποιεῖσθαι τὴν ἔγδοσιν τῆς εἰκόνο[ς τὴν ταχίσ]- | |
| 40 | [τη]ν· εἰς δὲ τὸ γενόμενον ἀνάλωμα παρανγελλέτω̣σαν οἱ αἱρεθέντες το[ῖς ἐν Ἐλευ]- |
| [σῖ]νι τεταγμένοις τῶμ πολιτῶν καὶ τοῖς ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ καὶ το[ῖς ξένοις] | |
| [τοῖ]ς μετὰ Γνωσίου τεταγμένοις εἰσφέρειν ὅ τι ἂν αὐτοῖς ἐγλογιζομένο[ις φαίνη]- | |
| τ̣αι· ὅπως ἂν δὲ εἰδῶσιν οἱ παραγινόμενοι εἰς Ἐλευσῖνα τήν τε τοῦ στρατ[ηγοῦ] | |
| Ἀριστοφάνου εὔνοιαν καὶ τὴν τῶν ἀνατεθηκότων εὐχαριστίαν, v ἀναγρ[άψαι τόδε] | |
| 45 | [τ]ὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, τῆ[ς] δὲ ἀναγ[ραφῆς καὶ] |
| τῆς ποιήσεως τῆς στήλης καὶ τῆς ἀναγορεύσεως τοῦ στεφάνου v ἐπιμε[ληθῆναι] | |
| τοὺς αἱρεθέντας ἐπὶ τὴν ποίησιν τῆς εἰκόνος· v εἶναι δὲ αὐτοῖς ἐπ̣ι[μεληθεῖσι] | |
| καὶ οἰκονομ[ή]σασιν ὀρθῶ̣ς καὶ δικαίως ἅπαντα vvvvv καὶ ἀποδοῦσ[ι τοὺς λογισμοὺς] | |
| ἐπαινεθῆναι καὶ στεφανωθῆναι κοινεῖ τε ὑπὸ ἁπάντων καὶ ἰδί[αι ὑπὸ τῶν τεταγ]- | |
| 50 | μένων. |
| 50a | vacat 0.015 |
| 51 | Θεόδοτος Δημοκράτου Ἐλευσίνιος εἶπεν· v ἐπειδὴ Ἀριστοφάνης [ἔν τε τῶι πρό]- |
| σθεν χρόνωι πολλὰς καὶ μεγάλας χρείας παρέσχηται τῶι δήμωι τ[ῶι Ἀθηναίων], | |
| γυμνασίαρχός τε χειροτονηθεὶς ὅτε τὸ πρῶτον ὁ δῆμος συνετέλ[εσε — — — —] | |
| α πρόεστη τε τοῦ γυμνασίου καλῶς καὶ εὐσχημόνως πάντα πράττω[ν ἀκόλουθα το]- | |
| 55 | [ῖ]ς τε νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασιν, v φύλαρχός τε χειρ[οτονηθεὶς ἐν] |
| ταύτει τῆι ἐπιμελείαι ἀπεδείξατο τὴν ἑαυτοῦ φιλοτιμίαν, [καὶ μετὰ ταῦτα ἐ]- | |
| πὶ Λυσίου ἄρχοντος ἐν ὧι ἐνιαυτῶι ὁ πόλεμος ἐνέστη διετέλε[σεν ἐν τῆι τῶν —] | |
| δίων ἐπιμελείαι οὔτε τὴν τοῦ ἑαυτοῦ σώματος ἀσφάλειαν οὔτ’ [ἄλλο οὐθὲν πρόσ]- | |
| θεν τιθέμενος τοῦ τῆι πατρίδι συμφέροντος, v κατασταθεί[ς τε στρατηγὸς ἐπ’ Ἐλ]- | |
| 60 | [ε]υσῖνος εἰς τὸν ἐπὶ Κίμωνος ἐνιαυτὸν ἐπεμελήθη τῆς τε τῶν [φρουρίων φυλακῆς] |
| καὶ τῶν ἄλλων ὧν αὐτῶι προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[ματα τοῦ δήμου, καὶ] | |
| ἐπὶ πᾶσι τούτοις ἐπείνεκε καὶ ἐστεφάνωκεν αὐτὸν ὁ δῆμος [οὐθὲν ἐλλείποντα] | |
| σπουδῆς πρὸς τὴν πόλιν, v ἐπήινεκε δὲ καὶ ὁ δῆμος ὁ Ἐλευσιν[ίων καὶ ἐστεφάνωκε]· | |
| χειροτονηθείς τε τὸ δεύτερον στρατηγὸς ἐπ’ Ἐλευσῖνος ε[ἰς τὸν ἐπὶ Ἐκφάντου ἐ]- | |
| 65 | νιαυτὸν v ἐπεμελήθη τῆς τε τῶν τειχῶν ἐπισκευῆς καὶ τῆς [φυλακῆς τῶν φρουρίων] |
| Ἐλευσῖνος καὶ Πανάκτου καὶ Φυλῆς· v ἐπεμελήθη δὲ καὶ ὅπω[ς ἐκ τῆς χώρας οἱ σῖ]- | |
| τοι μετ’ ἀσφαλείας εἰσενεχθῶσιν· v διατελεῖ δὲ καὶ ἰδίαι [τοῖς ἐντυγχάνουσιν] | |
| χρείας παρεχόμενος εἰς ἃς ἂν αὐτὸν παρακαλῆι, v πολλοῖς [τε τῶν Ἐλευσινίων] | |
| ἐν τῶι πολέμωι γέγονεν αἴτιος τῆς σωτηρίας· ὅπως ἂν οὖν π[άντες οἱ αἱρεθέντες] | |
| 70 | ἐπ’ Ἐλευσῖνος στρατηγοὶ φιλοτιμῶνται πάντα τὰ συμφέροντ[α πράττοντες ἀποδεί]- |
| [κ]νυσθαι τὴν ἑαυτῶν σπουδὴν καὶ νῦν καὶ εἰς τὸ λοιπὸν εἰδ[ότες ὅτι οὐ μόνον ὑπὸ] | |
| [τ]οῦ δήμου τοῦ Ἀθηναίων τιμηθήσονται ἀλλὰ καὶ παρὰ τοῦ δ[ήμου τοῦ Ἐλευσινίων] | |
| [κ]ομιοῦνται χάριτας ὧν προσήκει τυνχάνειν τοὺς ἀγαθο[ὺς πολίτας, ἀγαθῆι τύ]- | |
| [χ]ηι, δεδόχθαι Ἐλευσινίοις, ἐπαινέσαι Ἀριστοφάνη[ν] Ἀρι[στομένου Λευκονοέα] | |
| 75 | καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ε[ὐνοίας ἕνεκα καὶ φιλο]- |
| [τιμ]ίας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν δῆμον τ[ὸν Ἐλευσινίων· καὶ ἀνει]- | |
| [πεῖ]ν τὸν στέφανον τοῦτον [Ἁλώιων τῶι πα]τρίωι ἀγῶ[νι. ἀναγράψαι δὲ τὸ ψήφισμα] | |
| [τόδε] ἐν στήλει λιθίνει κ[αὶ στῆσαι ἐν τεῖ α]ὐλε[ῖ τ]ο[ῦ ἱεροῦ· τῆς δὲ ἀναγορεύσεως] | |
| [τοῦ στε]φάνου καὶ τῆς [ποιήσεως καὶ] στάσεως τῆς στή[λης ἐπιμεληθῆναι τὸν δήμ]- | |
| 80 | αρχον καὶ τοὺς ἱερο[μνήμ]ονας. |
| οἵδε εἱρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τ[ῆς εἰκόνος]· | |
| col. I.82 | Ἡφαιστόδωρος Λευκονοιεύς |
| Ἀρχίας Ἀνακαιεύς | |
| Διογένης Κόπρειος | |
| 85 | Ξενοφῶν Κικυννεύς |
| Μυννίσκος Περγασῆθεν | |
| Ἀριστίων Φυλάσιος | |
| Χαιρίων Ὑβάδης | |
| Ἀντιφάνης Εὐωνυμεύς | |
| 90 | Ἱερώνυμος Πόριος |
| Πυθόδωρος Τειθράσιος | |
| Κηφισόδοτος Ἀραφήνιος | |
| καὶ οἵδε ξένων συνανέθηκαν | |
| ἡγεμών· | |
| 95 | Γνωσίας Φωκεύς |
| Ἐχέτιμος Φωκεύς | |
| Γέλων Μακεδών | |
| Ἁγησίπολις Κρής | |
| Πολύξενος Κρής | |
| 100 | Καλλίγειτος Μεγαρεύς |
| Ζωΐλος Θετταλός | |
| Ἀγάθων Λύκιος | |
| Ξενόφιλος Μακεδών | |
| Ἀριστόδαμος Μεγαλοπολίτης | |
| 105 | Νικοκλῆς Φωκεύς |
| Μενεκλῆς Ἀργεῖος | |
| Νικάνωρ Μακεδών | |
| Ἀριστόδαμος Κρής | |
| Νικασίων Κρής | |
| 110 | Πυραιμένης Ἀργεῖος |
| Ἀγασίας Θετταλός | |
| Ἀπολλώνιος Αἰτωλός | |
| Καλλίδαμος Φωκεύς | |
| Ἀλέξων Ὀπούντιος | |
| 115 | Ἀπολλόδωρος Πλαταιεύς |
| Λύσων Φωκεύς | |
| Θεόδωρος Ἀχαιός | |
| vacat 0.045 | |
| col. II.82 | Ἀνδρ — — — — — |
| Πασ — — — — — | |
| Νικ — — — — — | |
| 85 | Ἡρα — — — — — |
| Μοσ — — — — — | |
| Ἡρ — — — — — | |
| Ἀρχ — — — — — | |
| Ἐργ — — — — — | |
| 90 | Μεν — — — — — |
| Ναυ — — — — — | |
| Λαμ̣ — — — — — | |
| Μεν — — — — — | |
| Ἐρ — — — — — | |
| 95 | Δι — — — — — |
| Κτ — — — — — | |
| Νικ — — — — — | |
| Νικ — — — — — | |
| Θε[ο — — — — —] | |
| 100 | Ἀρ — — — — — |
| Σω — — — — — | |
| Κ — — — — — | |
| Α — — — — — | |
| Φ — — — — — | |
| 105 | Δ — — — — — |