Funerary epigram for Romana. Sandstone plaque, broken into two parts.
[ ]
Pamph. — Side (Eski Adalia-Selimiye) — later 3rd c. AD — ZPE 60 (1985) 117, 1 — SEG 35.1427
| left col.1 | φασί τινες νεκύων μετὰ πουλὺν ὄχλον βιότοιο ❦ |
| πωτᾶσθαι ψυχὰς πλατὺν ἠέρα· τοῦτο δὲ μῦθος. | |
| πάντα γάρ, ὅσσα φέρεις βρώμης χάριν, ἐστὶ κενὴ φλόξ. | |
| στήλη δ’ εἴ τι λαλεῖ, ∙ σειγῶσα φέρει, τίς ὑπῆρχον, | |
| 5 | ᾗ βίοτον πτηνὸν δολίχευσα φόβοισι φιλάνδροις· |
| Ῥωμάνα φιλέουσα τρόποις ἴσα Ζωσιμίωνα. | |
| right col.7 | οὔτ[ι] γὰρ εἰς εὐνὴν μόνον ἤγαγε μητέρα παίδων, |
| ἀλλὰ καὶ εἰ̣ν̣ θυμέλαισι κλυταῖς φέρεν ἀρχιέρειαν | |
| φάρεσι π[ο]ρφυρεοῖς, ἐπὶ κρατὶ δὲ θήκατο χρυσόν, | |
| 10 | δῶρο[ν] σωφροσύνης ἀντάξιον. ἣν μετὰ μοῖραν |
| τέσσερα καὶ τριάκοντα πόνοισιν ἔτη διαβᾶσαν | |
| θήκατο̣ Πλουτῆος οὐκ ἐθέλων με δόμοις. |