Honorific inscription for the physician C. Stertinius Xenophon. Base of white marble, broken at the top, recut on the right edge.
[ ]
Kos Isl. — Kos — 48-54 AD — M. Segre, Iscr. di Cos (1993) EV 219 — É. Samama, Les médecins (2003) 259, 143
See also:
1 | [Γάϊ]ο̣ν Στερτίνιον̣ Ἡ̣ρ̣α[κ]λ[εί]του υἱόν, Κ[ορ]- |
[νηλί]α̣, Ξενοφῶντα, φιλοκαίσαρα, φιλοκλ[αύ]- | |
δ̣[ι]ον, φιλοσέβαστον, δήμου υἱόν, φιλόπα̣- | |
τριν, εὐσεβῆ, εὐεργέτην τῆς πατρίδος, ἰατ[ρὸν] | |
5 | τοῦ Σεβαστοῦ, ἱερέα διὰ βίου τῶν Σεβαστῶ[ν] |
καὶ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]- | |
μανικοῦ αὐτοκράτορος καὶ Ἀσκληπιοῦ καὶ [Ὑ]- | |
γείας καὶ Ἠπιόνης καὶ κατὰ γένος Ἀπόλλ[ω]- | |
νος Καρνίου καὶ Σεβαστῆς Ῥέας, ἀρχιατρ[όν], | |
10 | χειλιαρχήσαντα καὶ ἔπαρχον γενόμενο[ν] |
τῶν ἀρχιτεκτόνων, καὶ τειμηθέντα ἐν τ̣[ῶι] | |
κατὰ Βριτάννων θριάμβωι στεφάνωι χρυσέ[ωι] | |
καὶ δόρατι Γάϊος Ἰούλιος Διονυσίου [υἱ]- | |
ός, Φαβία, Ἀντίπατρος, φιλόκαισαρ καὶ φιλοσ[έ]- | |
15 | βαστος, χιλίαρχος καὶ ἀποδεδειγμένος |
τῆς Ἀσίας ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ θεο[ῦ] | |
Σεβαστοῦ Καίσαρος Διὸς Πατρώιου, σὺν Ἰο[υ]- | |
λίᾳ Πολυδεύκους θυγατρὶ Νικαγορίδι τῆ[ι] | |
ἑαυτοῦ γυναικὶ καὶ τοῖς τέκνοις τὸν συ̣[γ]- | |
20 | γενῆ εὐχαριστίας καὶ εὐνοίας ἕνεκεν. |
vacat 0,99 |