Honorific inscription for a victor.  Base of gray marble, inscribed on the front and left faces.
[ ] Kos Isl. — Kos — Asklepieion — aft. 1 BC — Paton-Hicks (1891) 104 (A) — Syll.³ 1065 — M. Segre, Iscr. di Cos (1993) EV 218
cr. block (missing) [— — — — — — — — — — — —]
face A, front.1 [νικ]άσαντα Νέμε[ια] ἄνδρας
                      πένταθλον,
[Ἄκ]τια τὰ μεγάλα Καισάρηα ἀγενεί-
[ου]ς πένταθλον πρᾶτον Κώιων,
5 [Ῥ]ωμαῖα Σεβαστὰ τὰ τιθέμενα ὑπὸ
τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Περγάμωι
παῖδας Πυθικοὺς πένταθλον,
Ἀσκλάπεια τὰ μεγάλα παῖδας
Ἰσθμικοὺς πένταθλον, Και-
10 σάρηα τὰ τιθέμενα Γαΐωι Καί-
σαρι παῖδας Ἰσθμικοὺς στάδι-
ον καὶ πένταθλον τᾶι αὐτᾶι ἁμέ-
ραι, Ἀγρίππηα Ἰσθμικοὺς πέντα-
θλον, Ἀπολλώνεια τὰ ἐν Μύνδωι παῖ-
15 δας Ἰσθμικοὺς στάδιον, Δώρεια τὰ
ἐν Κνίδωι παῖδας Πυθικοὺς
πανκράτιον, Καισάρηα τὰ ἐν Ἁλι-
καρνασῶι παῖδας Ἰσθμικοὺς
πένταθλον, Ἡράκληα τὰ ἐν Ἰασῶι
20 παῖδας Ἰσθμικοὺς πένταθλον,
Διονύσεια τὰ ἐν Τέωι Πυθικοὺς πέν-
ταθλον, Καισάρηα τὰ ἐν Σάρδεσιν
παῖδας Ἰσθμικοὺς πένταθλον,
face B, left.24 [Π]α̣ναθήναια τὰ μεγάλα
25 ἐν Ἀθήναις ἀγενείους
πένταθλον, Κα̣ι̣σάρηα
ἐν Πάτραις ἀγενείους
πένταθλον, Ἀγρίππηα
νέα τὰ̣ τιθέμενα ὑπὸ τοῦ
30 δάμου̣ ἀγενείους πέντα-
θλον, Καισάρηα ἐν Ἁλικαρνασῶι
ἄνδρας πένταθλον.
          vacat
Search Help
Contact Us