Honorific inscription for the athlete [-], son of Pythodoros.  Base of gray marble, broken at the upper left corner.
[ ] Kos Isl. — Kos — late 1st c. BC — Paton-Hicks (1891) 105 — Syll.³ 1066 — M. Segre, Iscr. di Cos (1993) EV 203
1 [— — — — —]α̣ τὸν̣ Π[υθ]οδώρου
                        νικάσαντα
[ vacat Ἴσ]θ̣μια ἄνδρας πένταθλον,
[Ἐλ]ε̣υσίνια τὰ μεγάλα ἄνδρας πένταθλον,
5 [Ῥω]μαῖα τὰ τιθέμενα ὑπὸ τοῦ δάμου παῖδας
Ὀλυμπικοὺς στάδιον, Καισάρηα ἐν Μητροπόλει
[π]αῖδας στάδιον, Ῥωμαῖα τὰ τιθέμενα ὑπὸ τοῦ
δάμου παῖδας Ἰσθμικοὺς στάδιον δίαυλον
πένταθλον τᾷ αὐτᾷ ἁμέρᾳ, Ἑκατήσια ἐν
10 Στρατονικήᾳ παῖδας Ἰσθμικοὺς πέν-
ταθλον, Θεογά[μ]ια ἐν Νύσῃ παῖδας Ἰσθμι-
κοὺς πένταθλον, Κλάρια ἐν Κολοφῶνι
[παῖδ]ας [Ἰ]σθμικοὺς πένταθλον, Ἀρχηγέ-
[σια] ἐν Ἁλικαρνασσῶι παῖδας Ἰσθμικοὺς
15 [πέ]νταθλον, Ἑκατήσια ἐν Στρατονικήᾳ
[ἀ]γενείους πένταθλον, Ἀρχηγέσια ἐν Ἁλι-
[κα]ρνασσῶι ἀγενείους πένταθλον, Ἐλευ-
[θέρ]ια τὰ καὶ Καισάρηα ἄνδρας πέντα%⁸¹-
[θλον], Καισάρηα τὰ τιθέμενα ὑπὸ τοῦ δάμου
20                 ἄνδρας πένταθλον,
[Ἀπο]λλωνίεια ἐν Μύνδωι πένταθλον,
[— — ἐ]ν Ἁλικαρνασῶι πένταθλον, v ἐπιστατεῦντος
[— — — —]ου τοῦ Πυθοδώρου.   vacat
Search Help
Contact Us